Βίοι φιλοσόφων/Ε
←Βιβλίο Δ' | Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Συγγραφέας: Βιβλίο Ε΄ |
Βιβλίο ΣΤ'→ |
Αριστοτέλης
[Επεξεργασία]1 Ἀριστοτέλης Νικομάχου καὶ Φαιστίδος Σταγειρίτης. Ὁ δὲ Νικόμαχος ἦν ἀπὸ Νικομάχου τοῦ Μαχάονος τοῦ Ἀσκληπιοῦ, καθά φησιν Ἕρμιππος ἐν τῷ Περὶ Ἀριστοτέλους· καὶ συνεβίου Ἀμύντᾳ τῷ Μακεδόνων βασιλεῖ ἰατροῦ καὶ φίλου χρείᾳ. Οὗτος γνησιώτατος τῶν Πλάτωνος μαθητῶν, τραυλὸς τὴν φωνήν, ὥς φησι Τιμόθεος ὁ Ἀθηναῖος ἐν τῷ Περὶ βίων· ἀλλὰ καὶ ἰσχνοσκελής, φασίν, ἦν καὶ μικρόμματος ἐσθῆτί τ' ἐπισήμῳ χρώμενος καὶ δακτυλίοις καὶ κουρᾷ. Ἔσχε δὲ καὶ υἱὸν Νικόμαχον ἐξ Ἑρπυλλίδος τῆς παλλακῆς, ὥς φησι Τιμόθεος.
2 Ἀπέστη δὲ Πλάτωνος ἔτι περιόντος· ὥστε φασὶν ἐκεῖνον εἰπεῖν, « Ἀριστοτέλης ἡμᾶς ἀπελάκτισε καθαπερεὶ τὰ πωλάρια γεννηθέντα τὴν μητέρα. » Φησὶ δ' Ἕρμιππος ἐν τοῖς Βίοις ὅτι πρεσβεύοντος αὐτοῦ πρὸς Φίλιππον ὑπὲρ Ἀθηναίων σχολάρχης ἐγένετο τῆς ἐν Ἀκαδημείᾳ σχολῆς Ξενοκράτης· ἐλθόντα δὴ αὐτὸν καὶ θεασάμενον ὑπ' ἄλλῳ τὴν σχολήν, ἑλέσθαι περίπατον τὸν ἐν Λυκείῳ καὶ μέχρι μὲν ἀλείμματος ἀνακάμπτοντα τοῖς μαθηταῖς συμφιλοσοφεῖν· ὅθεν περιπατητικὸν προσαγορευθῆναι. Οἱ δ', ὅτι ἐκ νόσου περιπατοῦντι Ἀλεξάνδρῳ συμπαρὼν διελέγετο ἄττα.
- 3 Ἐπειδὴ δὲ πλείους ἐγίνοντο ἤδη, καὶ ἐκάθισεν εἰπών·
- Αἰσχρὸν σιωπᾶν, Ξενοκράτη δ' ἐᾶν λέγειν.
Καὶ πρὸς θέσιν συνεγύμναζε τοὺς μαθητάς, ἅμα καὶ ῥητορικῶς ἐπασκῶν. Ἔπειτα μέντοι ἀπῆρε πρὸς Ἑρμίαν τὸν εὐνοῦχον, Ἀταρνέως ὄντα τύραννον· ὃν οἱ μέν φασι παιδικὰ γενέσθαι αὐτοῦ, οἱ δὲ καὶ κηδεῦσαι αὐτῷ δόντα τὴν θυγατέρα ἢ ἀδελφιδῆν, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν τοῖς Περὶ ὁμωνύμων ποιητῶν τε καὶ συγγραφέων· ὃς καὶ δοῦλον Εὐβούλου φησὶ γενέσθαι τὸν Ἑρμίαν, γένει Βιθυνὸν ὄντα καὶ τὸν δεσπότην ἀνελόντα. Ἀρίστιππος δ' ἐν τῷ πρώτῳ Περὶ παλαιᾶς τρυφῆς φησιν ἐρασθῆναι τὸν Ἀριστοτέλην παλλακίδος τοῦ Ἑρμίου.
4 Τοῦ δὲ συγχωρήσαντος ἔγημέ τ' αὐτὴν καὶ ἔθυεν ὑπερχαίρων τῷ γυναίῳ, ὡς Ἀθηναῖοι τῇ Ἐλευσινίᾳ Δήμητρι· τῷ τε Ἑρμίᾳ παιᾶνα ἔγραψεν, ὃς ἔνδον γέγραπται. Ἐντεῦθέν τε γενέσθαι ἐν Μακεδονίᾳ παρὰ Φιλίππῳ καὶ λαβεῖν μαθητὴν παρ' αὐτοῦ τὸν υἱὸν Ἀλέξανδρον, καὶ αἰτῆσαι ἀναστῆσαι αὐτοῦ τὴν πατρίδα κατασκαφεῖσαν ὑπὸ Φιλίππου καὶ τυχεῖν. Οἷς καὶ νόμους θεῖναι. Ἀλλὰ καὶ ἐν τῇ σχολῇ νομοθετεῖν μιμούμενον Ξενοκράτην, ὥστε κατὰ δέκα ἡμέρας ἄρχοντα ποιεῖν. Ἐπειδὴ δ' ἐδόκει ἐπιεικῶς αὐτῷ συγγεγενῆσθαι Ἀλεξάνδρῳ, ἀπῆρεν εἰς Ἀθήνας, συστήσας αὐτῷ τὸν συγγενῆ Καλλισθένην τὸν Ὀλύνθιον·
5 ὃν καὶ παρρησιαστικώτερον λαλοῦντα τῷ βασιλεῖ καὶ μὴ πειθόμενον αὐτῷ φασιν ἐπιπλήξαντα εἰπεῖν·
- Ὠκύμορος δή μοι, τέκος, ἔσσεαι, οἷ' ἀγορεύεις.
Καὶ δὴ καὶ ἐγένετο. Δόξας γὰρ Ἑρμολάῳ συμμετεσχηκέναι τῆς εἰς Ἀλέξανδρον ἐπιβουλῆς ἐν σιδηρᾷ περιήγετο γαλεάγρᾳ, φθειριῶν καὶ ἀκόμιστος· καὶ τέλος λέοντι παραβληθείς, οὕτω κατέστρεψεν.
- Ὁ δ' οὖν Ἀριστοτέλης ἐλθὼν εἰς τὰς Ἀθήνας καὶ τρία πρὸς τοῖς δέκα τῆς σχολῆς
- ἀφηγησάμενος ἔτη ὑπεξῆλθεν εἰς Χαλκίδα, Εὐρυμέδοντος αὐτὸν τοῦ ἱεροφάντου
- δίκην ἀσεβείας γραψαμένου, ἢ Δημοφίλου ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ
- ἱστορίᾳ, ἐπειδήπερ τὸν ὕμνον ἐποίησεν εἰς τὸν προειρημένον Ἑρμίαν, ἀλλὰ καὶ
- ἐπίγραμμα ἐπὶ τοῦ ἐν Δελφοῖς ἀνδριάντος τοιοῦτον·
- 6 τόνδε ποτ' οὐχ ὁσίως παραβὰς μακάρων θέμιν ἁγνὴν
- ἔκτεινεν Περσῶν τοξοφόρων βασιλεύς,
- οὐ φανερῶς λόγχῃ φονίοις ἐν ἀγῶσι κρατήσας,
- ἀλλ' ἀνδρὸς πίστει χρησάμενος δολίου.
Ἐνταῦθα δὴ πιὼν ἀκόνιτον ἐτελεύτησεν, ὥς φησιν Εὔμηλος ἐν τῇ πέμπτῃ τῶν Ἱστοριῶν, βιοὺς ἔτη ἑβδομήκοντα. Ὁ δ' αὐτός φησιν αὐτὸν καὶ Πλάτωνι τριακοντούτην συστῆναι, διαπίπτων· βεβίωκε γὰρ τρία μὲν πρὸς τοῖς ἑξήκοντα, Πλάτωνι δὲ ἑπτακαιδεκέτης συνέστη.
Ὁ δὲ ὕμνος ἔχει τοῦτον τὸν τρόπον·
- 7 Ἀρετά, πολύμοχθε γένει βροτείῳ,
- θήραμα κάλλιστον βίῳ,
- σᾶς πέρι, παρθένε, μορφᾶς
- καὶ θανεῖν ζαλωτὸς ἐν Ἑλλάδι πότμος
- καὶ πόνους τλῆναι μαλεροὺς ἀκάμαντας·
- τοῖον ἐπὶ φρένα βάλλεις
- καρπὸν ἰσαθάνατον χρυσοῦ τε κρεῖσσον
- καὶ γονέων μαλακαυγήτοιό θ' ὕπνου.
- Σεῦ δ' ἕνεχ' οὑκ Διὸς Ἡρακλέης Λήδας τε κοῦροι
- πόλλ' ἀνέτλασαν ἔργοις
- σὰν ἀγρεύοντες δύναμιν.
- Σοῖς δὲ πόθοις Ἀχιλεὺς Αἴας τ' Ἀίδαο δόμους ἦλθον·
- 8 σᾶς δ' ἕνεκεν φιλίου μορφᾶς Ἀταρνέος
- ἔντροφος ἀελίου χήρωσεν αὐγάς.
Τοιγὰρ ἀοίδιμος ἔργοις, ἀθάνατόν τε μιν αὐξήσουσι Μοῦσαι, Μναμοσύνας θύγατρες, Διὸς ξενίου σέβας αὔξουσαι
- Φιλίας τε γέρας βεβαίου.
Ἔστι δ' οὖν καὶ εἰς τοῦτον ἡμῶν οὕτως ἔχον·
- Εὐρυμέδων ποτ' ἔμελλεν Ἀριστοτέλην ἀσεβείας
- γράψασθαι Δηοῦς μύστιδος ὢν πρόπολος,
- ἀλλὰ πιὼν ἀκόνιτον ὑπέκφυγε· τοῦτ' ἀκονιτὶ
- ἦν ἄρα νικῆσαι συκοφάσεις ἀδίκους.
9 Τοῦτον πρῶτον Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ λόγον δικανικὸν ὑπὲρ ἑαυτοῦ συγγράψαι φησὶν ἐπ' αὐτῇ ταύτῃ τῇ δίκῃ καὶ λέγειν ὡς Ἀθήνησιν
- Ὄγχνη ἐπ' ὄγχνῃ γηράσκει, σῦκον δ' ἐπὶ σύκῳ.
Φησὶ δ' Ἀπολλόδωρος ἐν Χρονικοῖς γεννηθῆναι μὲν αὐτὸν τῷ πρώτῳ ἔτει τῆς ἐνάτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, παραβαλεῖν δὲ Πλάτωνι καὶ διατρῖψαι παρ' αὐτῷ εἴκοσιν ἔτη, ἑπτακαιδεκέτη συστάντα· καὶ εἴς [τε] Μυτιλήνην ἐλθεῖν ἐπ' ἄρχοντος Εὐβούλου τῷ τετάρτῳ ἔτει τῆς ὀγδόης καὶ ἑκατοστῆς Ὀλυμπιάδος. Πλάτωνος δὲ τελευτήσαντος τῷ πρώτῳ ἔτει ἐπὶ Θεοφίλου, πρὸς Ἑρμίαν ἀπᾶραι καὶ μεῖναι ἔτη τρία·
10 ἐπὶ Πυθοδότου δ' ἐλθεῖν πρὸς Φίλιππον τῷ δευτέρῳ ἔτει τῆς ἐνάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, Ἀλεξάνδρου πεντεκαίδεκα ἔτη ἤδη γεγονότος. Εἰς δ' Ἀθήνας ἀφικέσθαι τῷ δευτέρῳ ἔτει τῆς ἑνδεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος καὶ ἐν Λυκείῳ σχολάσαι ἔτη τρία πρὸς τοῖς δέκα. Εἶτ' ἀπᾶραι εἰς Χαλκίδα τῷ τρίτῳ ἔτει τῆς τετάρτης καὶ δεκάτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, καὶ τελευτῆσαι ἐτῶν τριῶν που καὶ ἑξήκοντα νόσῳ, ὅτε καὶ Δημοσθένην καταστρέψαι ἐν Καλαυρίᾳ, ἐπὶ Φιλοκλέους. Λέγεται δὲ διὰ τὴν Καλλισθένους πρὸς Ἀλέξανδρον σύστασιν προσκροῦσαι τῷ βασιλεῖ· κἀκεῖνον ἐπὶ τῷ τοῦτον λυπῆσαι Ἀναξιμένην μὲν αὐξῆσαι, πέμψαι δὲ καὶ Ξενοκράτει δῶρα.
11 Ἀπέσκωψε δ' εἰς αὐτὸν ἐπίγραμμα καὶ Θεόκριτος ὁ Χῖος, οὑτωσὶ ποιήσας, ὥς φησιν Ἀμβρύων ἐν τῷ Περὶ Θεοκρίτου·
- Ἑρμίου εὐνούχου ἠδ' Εὐβούλου ἅμα δούλου
- σῆμα κενὸν κενόφρων τεῦξεν Ἀριστοτέλης,
- <ὃς διὰ τὴν ἀκρατῆ γαστρὸς φύσιν εἵλετο ναίειν
- ἀντ' Ἀκαδημείας Βορβόρου ἐν προχοαῖς>.
ἀλλὰ καὶ Τίμων αὐτοῦ καθήψατο εἰπών·
- Οὐδ' ἄρ' Ἀριστοτέλους εἰκαιοσύνης ἀλεγεινῆς.
Καὶ οὗτος μὲν ὁ βίος τοῦ φιλοσόφου. Ἡμεῖς δὲ καὶ διαθήκαις αὐτοῦ περιετύχομεν οὕτω πως ἐχούσαις·
- « Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβαίνῃ, τάδε διέθετο Ἀριστοτέλης·
- 12 ἐπίτροπον μὲν εἶναι πάντων καὶ διὰ παντὸς Ἀντίπατρον· ἕως δ' ἂν Νικάνωρ
- καταλάβῃ, ἐπιμελεῖσθαι Ἀριστομένην, Τίμαρχον, Ἵππαρχον, Διοτέλην, Θεόφραστον
- ἐὰν βούληται καὶ ἐνδέχηται αὐτῷ, τῶν τε παιδίων καὶ Ἑρπυλλίδος καὶ τῶν
- καταλελειμμένων. Καὶ ὅταν ὥρα ᾖ τῇ παιδί, ἐκδόσθαι αὐτὴν Νικάνορι· ἐὰν δὲ τῇ
- παιδὶ συμβῇ τι-ὃ μὴ γένοιτο οὐδὲ ἔσται - πρὸ τοῦ γήμασθαι ἢ ἐπειδὰν γήμηται, μήπω
- παιδίων ὄντων, Νικάνωρ κύριος ἔστω καὶ περὶ τοῦ παιδίου καὶ περὶ τῶν ἄλλων
- διοικεῖν ἀξίως καὶ αὐτοῦ καὶ ἡμῶν. Ἐπιμελείσθω δὲ Νικάνωρ καὶ τῆς παιδὸς καὶ τοῦ
- παιδὸς Νικομάχου, ὅπως ἂν ἀξιοῖ τὰ περὶ αὐτῶν, ὡς καὶ πατὴρ ὢν καὶ ἀδελφός. Ἐὰν
- δέ τι πρότερον συμβῇ Νικάνορι - ὃ μὴ γένοιτο - ἢ πρὸ τοῦ λαβεῖν τὴν παῖδα ἢ ἐπειδὰν
- λάβῃ, μήπω παιδίων ὄντων,
- 13 ἐὰν μέν τι ἐκεῖνος τάξῃ, ταῦτα κύρια ἔστω· ἐὰν δὲ βούληται Θεόφραστος
- εἶναι μετὰ τῆς παιδός, καθάπερ πρὸς Νικάνορα· εἰ δὲ μή, τοὺς ἐπιτρόπους
- βουλευομένους μετ' Ἀντιπάτρου καὶ περὶ τῆς παιδὸς καὶ περὶ τοῦ παιδίου διοικεῖν
- ὅπως ἂν αὐτοῖς δοκῇ ἄριστα εἶναι. Ἐπιμελεῖσθαι δὲ τοὺς ἐπιτρόπους καὶ Νικάνορα
- μνησθέντας ἐμοῦ καὶ Ἑρπυλλίδος, ὅτι σπουδαία περὶ ἐμὲ ἐγένετο, τῶν τε ἄλλων καὶ
- ἐὰν βούληται ἄνδρα λαμβάνειν, ὅπως μὴ ἀναξίως ἡμῶν δοθῇ. Δοῦναι δ' αὐτῇ πρὸς
- τοῖς πρότερον δεδομένοις καὶ ἀργυρίου τάλαντον ἐκ τῶν καταλελειμμένων καὶ
- θεραπαίνας τρεῖς, ἐὰν βούληται, καὶ τὴν παιδίσκην ἣν ἔχει καὶ παῖδα τὸν Πυρραῖον·
- 14 καὶ ἐὰν μὲν ἐν Χαλκίδι βούληται οἰκεῖν, τὸν ξενῶνα τὸν πρὸς τῷ κήπῳ· ἐὰν δὲ
- ἐν Σταγείροις, τὴν πατρῴαν οἰκίαν. Ὁποτέραν δ' ἂν τούτων βούληται, κατασκευάσαι
- τοὺς ἐπιτρόπους σκεύεσιν οἷς ἂν δοκῇ κἀκείνοις καλῶς ἔχειν καὶ Ἑρπυλλίδι ἱκανῶς.
- Ἐπιμελείσθω δὲ Νικάνωρ καὶ Μύρμηκος τοῦ παιδίου, ὅπως ἀξίως ἡμῶν τοῖς ἰδίοις
- ἐπικομισθῇ σὺν τοῖς ὑπάρχουσιν ἃ εἰλήφαμεν αὐτοῦ. Εἶναι δὲ καὶ Ἀμβρακίδα
- ἐλευθέραν καὶ δοῦναι αὐτῇ, ὅταν ἡ παῖς ἐκδοθῇ, πεντακοσίας δραχμὰς καὶ τὴν
- παιδίσκην ἣν ἔχει. Δοῦναι δὲ καὶ Θαλῇ πρὸς τῇ παιδίσκῃ ἣν ἔχει, τῇ ὠνηθείσῃ,
- χιλίας δραχμὰς καὶ παιδίσκην·
- 15 καὶ Σίμωνι χωρὶς τοῦ πρότερον ἀργυρίου αὐτῷ <δοθέντος> εἰς παῖδ' ἄλλον, ἢ
- παῖδα πρίασθαι ἢ ἀργύριον ἐπιδοῦναι. Τύχωνα δ' ἐλεύθερον εἶναι, ὅταν ἡ παῖς
- ἐκδοθῇ, καὶ Φίλωνα καὶ Ὀλύμπιον καὶ τὸ παιδίον αὐτοῦ. Μὴ πωλεῖν δὲ τῶν παίδων
- μηδένα τῶν ἐμὲ θεραπευόντων, ἀλλὰ χρῆσθαι αὐτοῖς· ὅταν δ' ἐν ἡλικίᾳ γένωνται,
- ἐλευθέρους ἀφεῖναι κατ' ἀξίαν. Ἐπιμελεῖσθαι δὲ καὶ τῶν ἐκδεδομένων εἰκόνων παρὰ
- Γρυλλίωνα, ὅπως ἐπιτελεσθεῖσαι ἀνατεθῶσιν, ἥ τε Νικάνορος καὶ ἡ Προξένου, ἣν
- διενοούμην ἐκδοῦναι, καὶ ἡ τῆς μητρὸς τῆς Νικάνορος· καὶ τὴν Ἀριμνήστου τὴν
- πεποιημένην ἀναθεῖναι, ὅπως μνημεῖον αὐτοῦ ᾖ, ἐπειδὴ ἄπαις ἐτελεύτησε·
- 16 καὶ <τὴν> τῆς μητρὸς τῆς ἡμετέρας τῇ Δήμητρι ἀναθεῖναι εἰς Νεμέαν ἢ ὅπου
- ἂν δοκῇ. Ὅπου δ' ἂν ποιῶνται τὴν ταφήν, ἐνταῦθα καὶ τὰ Πυθιάδος ὀστᾶ ἀνελόντας
- θεῖναι, ὥσπερ αὐτὴ προσέταξεν· ἀναθεῖναι δὲ καὶ Νικάνορα σωθέντα, ἣν εὐχὴν ὑπὲρ
- αὐτοῦ ηὐξάμην. Ζῷα λίθινα τετραπήχη Διὶ σωτῆρι καὶ Ἀθηνᾷ σωτείρᾳ ἐν Σταγείροις. »
Τοῦτον ἴσχουσιν αὐτῷ αἱ διαθῆκαι τὸν τρόπον. Λέγεται δὲ καὶ λοπάδας αὐτοῦ πλείστας εὑρῆσθαι· καὶ Λύκωνα λέγειν ὡς ἐν πυέλῳ θερμοῦ ἐλαίου λούοιτο καὶ τοὔλαιον διαπωλοῖτο. Ἔνιοι δὲ καὶ ἀσκίον θερμοῦ ἐλαίου ἐπιτιθέναι αὐτὸν τῷ στομάχῳ φασί· καὶ ὁπότε κοιμῷτο, σφαῖραν χαλκῆν βάλλεσθαι αὐτῷ εἰς τὴν χεῖρα λεκάνης ὑποκειμένης, ἵν' ἐκπεσούσης τῆς σφαίρας εἰς τὴν λεκάνην ὑπὸ τοῦ ψόφου ἐξέγροιτο.
17 Ἀναφέρεται δ' εἰς αὐτὸν καὶ ἀποφθέγματα κάλλιστα ταυτί. Ἐρωτηθεὶς τί περιγίνεται κέρδος τοῖς ψευδομένοις, « Ὅταν, » ἔφη, « λέγωσιν ἀλήθειαν, μὴ πιστεύεσθαι. » Ὀνειδιζόμενός ποτε ὅτι πονηρῷ ἀνθρώπῳ ἐλεημοσύνην ἔδωκεν, « Οὐ τὸν τρόπον, » εἶπεν « ἀλλὰ τὸν ἄνθρωπον ἠλέησα. » Συνεχὲς εἰώθει λέγειν πρός τε τοὺς φίλους καὶ τοὺς φοιτῶντας αὐτῷ, ἔνθα ἂν καὶ ὅπου διατρίβων ἔτυχεν, ὡς ἡ μὲν ὅρασις ἀπὸ τοῦ περιέχοντος [ἀέρος] λαμβάνει τὸ φῶς, ἡ δὲ ψυχὴ ἀπὸ τῶν μαθημάτων. Πολλάκις δὲ καὶ ἀποτεινόμενος τοὺς Ἀθηναίους ἔφασκεν εὑρηκέναι πυροὺς καὶ νόμους· ἀλλὰ πυροῖς μὲν χρῆσθαι, νόμοις δὲ μή.
18 Τῆς παιδείας ἔφη τὰς μὲν ῥίζας εἶναι πικράς, τὸν δὲ καρπὸν γλυκύν. Ἐρωτηθεὶς τί γηράσκει ταχύ, « χάρις, » ἔφη. Ἐρωτηθεὶς τί ἐστιν ἐλπίς, « Ἐγρηγορότος, » εἶπεν, « ἐνύπνιον. » Διογένους ἰσχάδ' αὐτῷ διδόντος νοήσας ὅτι, εἰ μὴ λάβοι, χρείαν εἴη μεμελετηκώς, λαβὼν ἔφη Διογένην μετὰ τῆς χρείας καὶ τὴν ἰσχάδα ἀπολωλεκέναι· πάλιν τε διδόντος λαβὼν καὶ μετεωρίσας ὡς τὰ παιδία εἰπών τε « Μέγας Διογένης, » ἀπέδωκεν αὐτῷ. Τριῶν ἔφη δεῖν παιδείᾳ, φύσεως, μαθήσεως, ἀσκήσεως. Ἀκούσας ὑπό τινος λοιδορεῖσθαι, « Ἀπόντα με, » ἔφη, « καὶ μαστιγούτω. »
19 Τὸ κάλλος παντὸς ἔλεγεν ἐπιστολίου συστατικώτερον. Οἱ δὲ τοῦτο μὲν Διογένην φασὶν ὁρίσασθαι, αὐτὸν δὲ θεοῦ δῶρον εἰπεῖν εὐμορφίαν· Σωκράτην δὲ ὀλιγοχρόνιον τυραννίδα· Πλάτωνα προτέρημα φύσεως· Θεόφραστον σιωπῶσαν ἀπάτην· Θεόκριτον ἐλεφαντίνην ζημίαν· Καρνεάδην ἀδορυφόρητον βασιλείαν. Ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, « ὅσῳ, » εἶπεν, « οἱ ζῶντες τῶν τεθνεώτων. » Τὴν παιδείαν ἔλεγεν ἐν μὲν ταῖς εὐτυχίαις εἶναι κόσμον, ἐν δὲ ταῖς ἀτυχίαις καταφυγήν. Τῶν γονέων τοὺς παιδεύσαντας ἐντιμοτέρους εἶναι τῶν μόνον γεννησάντων· τοὺς μὲν γὰρ τὸ ζῆν, τοὺς δὲ τὸ καλῶς ζῆν παρασχέσθαι. Πρὸς τὸν καυχώμενον ὡς ἀπὸ μεγάλης πόλεως εἴη, « Οὐ τοῦτο, » ἔφη, « δεῖ σκοπεῖν, ἀλλ' ὅστις μεγάλης πατρίδος ἄξιός ἐστιν. »
20 Ἐρωτηθεὶς τί ἐστι φίλος, ἔφη, « Μία ψυχὴ δύο σώμασιν ἐνοικοῦσα. » Τῶν ἀνθρώπων ἔλεγε τοὺς μὲν οὕτω φείδεσθαι ὡς ἀεὶ ζησομένους, τοὺς δὲ οὕτως ἀναλίσκειν ὡς αὐτίκα τεθνηξομένους. Πρὸς τὸν πυθόμενον διὰ τί τοῖς καλοῖς πολὺν χρόνον ὁμιλοῦμεν, « Τυφλοῦ, » ἔφη, « τὸ ἐρώτημα. » Ἐρωτηθεὶς τί ποτ' αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, « Τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἀπὸ τῶν νόμων φόβον ποιοῦσιν. » Ἐρωτηθεὶς πῶς ἂν προκόπτοιεν οἱ μαθηταί, ἔφη, « ἐὰν τοὺς προέχοντας διώκοντες τοὺς ὑστεροῦντας μὴ ἀναμένωσι. » Πρὸς τὸν εἰπόντα ἀδολέσχην, ἐπειδὴ αὐτοῦ πολλὰ κατήντλησε, « Μήτι σου κατεφλυάρησα; » « Μὰ Δί', » εἶπεν· « οὐ γάρ σοι προσεῖχον. »
21 Πρὸς τὸν αἰτιασάμενον ὡς εἴη μὴ ἀγαθῷ ἔρανον δεδωκώς - φέρεται γὰρ καὶ οὕτως - « Οὐ τῷ ἀνθρώπῳ, » φησίν, « ἔδωκα, ἀλλὰ τῷ ἀνθρωπίνῳ. » Ἐρωτηθεὶς πῶς ἂν τοῖς φίλοις προσφεροίμεθα, ἔφη, « ὡς ἂν εὐξαίμεθα αὐτοὺς ἡμῖν προσφέρεσθαι. » Τὴν δικαιοσύνην ἔφη ἀρετὴν ψυχῆς διανεμητικὴν τοῦ κατ' ἀξίαν. Κάλλιστον ἐφόδιον τῷ γήρᾳ τὴν παιδείαν ἔλεγε. Φησὶ δὲ Φαβωρῖνος ἐν τῷ δευτέρῳ τῶν Ἀπομνημονευμάτων ὡς ἑκάστοτε λέγοι, « ᾯ φίλοι οὐδεὶς φίλος »· ἀλλὰ καὶ ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν ἐστι. Καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.
Συνέγραψε δὲ πάμπλειστα βιβλία, ἃ ἀκόλουθον ἡγησάμην ὑπογράψαι διὰ τὴν περὶ πάντας λόγους τἀνδρὸς ἀρετήν·
- 22 Περὶ δικαιοσύνης αʹ βʹ γʹ δʹ,
- Περὶ ποιητῶν αʹ βʹ γʹ,
- Περὶ φιλοσοφίας αʹ βʹ γʹ,
- Περὶ πολιτικοῦ αʹ βʹ,
- Περὶ ῥητορικῆς ἢ Γρῦλος αʹ,
- Νήρινθος αʹ,
- Σοφιστὴς αʹ,
- Μενέξενος αʹ,
- Ἐρωτικὸς αʹ,
- Συμπόσιον αʹ,
- Περὶ πλούτου αʹ,
- Προτρεπτικὸς αʹ,
- Περὶ ψυχῆς αʹ,
- Περὶ εὐχῆς αʹ,
- Περὶ εὐγενείας αʹ,
- Περὶ ἡδονῆς αʹ,
- Ἀλέξανδρος ἢ ὑπὲρ ἀποίκων αʹ,
- Περὶ βασιλείας αʹ,
- Περὶ παιδείας αʹ,
- Περὶ τἀγαθοῦ αʹ βʹ γʹ,
- Τὰ ἐκ τῶν νόμων Πλάτωνος αʹ βʹ γʹ,
- Τὰ ἐκ τῆς πολιτείας αʹ βʹ,
- <Περὶ> οἰκονομίας αʹ,
- Περὶ φιλίας αʹ,
- Περὶ τοῦ πάσχειν ἢ πεπονθέναι αʹ,
- Περὶ ἐπιστημῶν αʹ,
- Περὶ ἐριστικῶν αʹ βʹ,
- Λύσεις ἐριστικαὶ δʹ,
- Διαιρέσεις σοφιστικαὶ δʹ,
- Περὶ ἐναντίων αʹ,
- Περὶ εἰδῶν καὶ γενῶν αʹ,
- Περὶ ἰδίων αʹ,
- 23 Ὑπομνήματα ἐπιχειρηματικὰ γʹ,
- Προτάσεις περὶ ἀρετῆς αʹ βʹ,
- Ἐνστάσεις αʹ,
- Περὶ τῶν ποσαχῶς λεγομένων ἢ κατὰ πρόσθεσιν αʹ,
- Περὶ παθῶν <ἢ περὶ> ὀργῆς αʹ,
- Ἠθικῶν αʹ βʹ γʹ δʹ εʹ,
- Περὶ στοιχείων αʹ βʹ γʹ,
- Περὶ ἐπιστήμης αʹ,
- Περὶ ἀρχῆς αʹ,
- Διαιρέσεις ιζʹ,
- Διαιρετικὸν αʹ,
- <Περὶ> ἐρωτήσεως καὶ ἀποκρίσεως αʹ βʹ,
- Περὶ κινήσεως αʹ,
- Προτάσεις αʹ,
- Προτάσεις ἐριστικαὶ αʹ,
- Συλλογισμοὶ αʹ,
- Προτέρων ἀναλυτικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ,
- Ἀναλυτικῶν ὑστέρων μεγάλων αʹ βʹ,
- Περὶ προβλημάτων αʹ,
- Μεθοδικὰ αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ,
- Περὶ τοῦ βελτίονος αʹ,
- Περὶ τῆς ἰδέας αʹ,
- Ὅροι πρὸ τῶν τοπικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ,
- Συλλογισμῶν αʹ βʹ,
- 24 Συλλογιστικὸν καὶ ὅροι αʹ,
- Περὶ τοῦ αἱρετοῦ καὶ τοῦ συμβεβηκότος αʹ,
- Τὰ πρὸ τῶν τόπων αʹ,
- Τοπικῶν πρὸς τοὺς ὅρους αʹ βʹ,
- Πάθη αʹ,
- Διαιρετικὸν αʹ,
- Μαθηματικὸν αʹ,
- Ὁρισμοὶ ιγʹ,
- Ἐπιχειρημάτων αʹ βʹ,
- Περὶ ἡδονῆς αʹ,
- Προτάσεις αʹ,
- Περὶ ἑκουσίου αʹ,
- Περὶ καλοῦ αʹ,
- Θέσεις ἐπιχειρηματικαὶ κεʹ,
- Θέσεις ἐρωτικαὶ δʹ,
- Θέσεις φιλικαὶ βʹ,
- Θέσεις περὶ ψυχῆς αʹ,
- Πολιτικὰ βʹ,
- Πολιτικῆς ἀκροάσεως ὡς ἡ Θεοφράστου αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ,
- Περὶ δικαίων αʹ βʹ,
- Τεχνῶν συναγωγὴ αʹ βʹ,
- Τέχνης ῥητορικῆς αʹ βʹ,
- Τέχνη αʹ,
- Ἄλλη τέχνη αʹ βʹ,
- Μεθοδικὸν αʹ,
- Τέχνης τῆς Θεοδέκτου συναγωγὴ αʹ,
- Πραγματεία τέχνης ποιητικῆς αʹ βʹ,
- Ἐνθυμήματα ῥητορικὰ αʹ,
- Περὶ μεγέθους αʹ,
- Ἐνθυμημάτων διαιρέσεις αʹ,
- Περὶ λέξεως αʹ βʹ,
- Περὶ συμβουλίας αʹ,
- 25 Συναγωγῆς αʹ βʹ,
- Περὶ φύσεως αʹ βʹ γʹ,
- Φυσικὸν αʹ,
- Περὶ τῆς Ἀρχυτείου φιλοσοφίας αʹ βʹ γʹ,
- Περὶ τῆς Σπευσίππου καὶ Ξενοκράτους αʹ,
- Τὰ ἐκ τοῦ Τιμαίου καὶ τῶν Ἀρχυτείων αʹ,
- Πρὸς τὰ Μελίσσου αʹ,
- Πρὸς τὰ Ἀλκμαίωνος αʹ,
- Πρὸς τοὺς Πυθαγορείους αʹ,
- Πρὸς τὰ Γοργίου αʹ,
- Πρὸς τὰ Ξενοφάνους αʹ,
- Πρὸς τὰ Ζήνωνος αʹ,
- Περὶ τῶν Πυθαγορείων αʹ,
- Περὶ ζῴων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ,
- Ἀνατομῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ,
- Ἐκλογὴ ἀνατομῶν αʹ,
- Ὑπὲρ τῶν συνθέτων ζῴων αʹ,
- Ὑπὲρ τῶν μυθολογουμένων ζῴων αʹ,
- Ὑπὲρ τοῦ μὴ γεννᾶν αʹ,
- Περὶ φυτῶν αʹ βʹ,
- Φυσιογνωμονικὸν αʹ,
- Ἰατρικὰ βʹ,
- Περὶ μονάδος αʹ,
- 26 Σημεῖα χειμώνων αʹ,
- Ἀστρονομικὸν αʹ,
- Ὀπτικὸν αʹ,
- Περὶ κινήσεως αʹ,
- Περὶ μουσικῆς αʹ,
- Μνημονικὸν αʹ,
- Ἀπορημάτων Ὁμηρικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Ποιητικὰ αʹ,
- Φυσικῶν κατὰ στοιχεῖον ληʹ,
- Ἐπιτεθεαμένων προβλημάτων αʹ βʹ,
- Ἐγκυκλίων αʹ βʹ,
- Μηχανικὸν αʹ,
- Προβλήματα ἐκ τῶν Δημοκρίτου βʹ,
- Περὶ τῆς λίθου αʹ,
- Παραβολαὶ αʹ,
- Ἄτακτα ιβʹ,
- Ἐξηγημένα κατὰ γένος ιδʹ,
- Δικαιώματα αʹ,
- Ὀλυμπιονῖκαι αʹ,
- Πυθιονῖκαι αʹ,
- <Περὶ> μουσικῆς αʹ,
- Πυθικὸς αʹ,
- Πυθιονικῶν ἔλεγχοι αʹ,
- Νῖκαι Διονυσιακαὶ αʹ,
- Περὶ τραγῳδιῶν αʹ,
- Διδασκαλίαι αʹ,
- Παροιμίαι αʹ,
- Νόμοι συσσιτικοὶ αʹ,
- Νόμων αʹ βʹ γʹ δʹ,
- Κατηγοριῶν αʹ,
- Περὶ ἑρμηνείας αʹ,
- 27 Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʹ· κατ' εἴδη· δημοκρατικαί, ὀλιγαρχικαί, τυραννικαί, ἀριστοκρατικαί,
- Ἐπιστολαὶ πρὸς Φίλιππον,
- Σηλυμβρίων ἐπιστολαί,
- Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δʹ,
- Πρὸς Ἀντίπατρον θʹ,
- Πρὸς Μέντορα αʹ,
- Πρὸς Ἀρίστωνα αʹ,
- Πρὸς Ὀλυμπιάδα αʹ,
- Πρὸς Ἡφαιστίωνα αʹ,
- Πρὸς Θεμισταγόραν αʹ,
- Πρὸς Φιλόξενον αʹ,
- Πρὸς Δημόκριτον αʹ,
- Ἔπη ὧν ἀρχή· Ἁγνὲ θεῶν πρέσβισθ' ἑκατηβόλε.
- Ἐλεγεῖα ὧν ἀρχή· Καλλιτέκνου μητρὸς θύγατερ.
Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.
28 Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. Βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὡς ὅλου μέρος, ἀλλ' ὡς ὄργανον προσηκριβωμένον. Καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. Δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.
29 Πρὸς μὲν οὖν τὴν εὕρεσιν τά τε Τοπικὰ καὶ Μεθοδικὰ παρέδωκε <καὶ> προτάσεων πλῆθος, ἐξ ὧν πρὸς τὰ προβλήματα πιθανῶν ἐπιχειρημάτων οἷόν τε εὐπορεῖν· πρὸς δὲ τὴν κρίσιν τὰ Ἀναλυτικὰ πρότερα καὶ ὕστερα. Διὰ μὲν οὖν τῶν προτέρων τὰ λήμματα κρίνεται, διὰ δὲ τῶν ὑστέρων ἡ συναγωγὴ ἐξετάζεται. Πρὸς δὲ τὴν χρῆσιν τά τε ἀγωνιστικὰ καὶ τὰ περὶ ἐρωτήσεως, ἐριστικά τε καὶ σοφιστικῶν ἐλέγχων τε καὶ συλλογισμῶν [καὶ] τῶν ὁμοίων τούτοις. Κριτήριον δὲ τῆς ἀληθείας τῶν μὲν κατὰ φαντασίαν ἐνεργημάτων τὴν αἴσθησιν ἀπεφήνατο· τῶν δὲ ἠθικῶν, τῶν περὶ πόλιν καὶ περὶ οἶκον καὶ περὶ νόμους τὸν νοῦν.
30 Τέλος δὲ ἓν ἐξέθετο χρῆσιν ἀρετῆς ἐν βίῳ τελείῳ. Ἔφη δὲ καὶ τὴν εὐδαιμονίαν συμπλήρωμα ἐκ τριῶν ἀγαθῶν εἶναι· τῶν περὶ ψυχήν, ἃ δὴ καὶ πρῶτα τῇ δυνάμει καλεῖ· ἐκ δευτέρων δὲ τῶν περὶ σῶμα, ὑγιείας καὶ ἰσχύος καὶ κάλλους καὶ τῶν παραπλησίων· ἐκ τρίτων δὲ τῶν ἐκτός, πλούτου καὶ εὐγενείας καὶ δόξης καὶ τῶν ὁμοίων. Τήν τε ἀρετὴν μὴ εἶναι αὐτάρκη πρὸς εὐδαιμονίαν· προσδεῖσθαι γὰρ τῶν τε περὶ σῶμα καὶ τῶν ἐκτὸς ἀγαθῶν, ὡς κακοδαιμονήσοντος τοῦ σοφοῦ κἂν ἐν πόνοις ᾖ κἂν ἐν πενίᾳ καὶ τοῖς ὁμοίοις. Τὴν μέντοι κακίαν αὐτάρκη πρὸς κακοδαιμονίαν, κἂν ὅτι μάλιστα παρῇ αὐτῇ τὰ ἐκτὸς ἀγαθὰ καὶ τὰ περὶ σῶμα.
31 Τάς τ' ἀρετὰς ἔφη μὴ ἀντακολουθεῖν· ἐνδέχεσθαι γὰρ φρόνιμόν τινα καὶ ὁμοίως δίκαιον ὄντα ἀκόλαστον καὶ ἀκρατῆ εἶναι. Ἔφη δὲ τὸν σοφὸν ἀπαθῆ μὲν μὴ εἶναι, μετριοπαθῆ δέ.
Τήν τε φιλίαν ὡρίζετο ἰσότητα εὐνοίας ἀντιστρόφου· ταύτης δὲ τὴν μὲν εἶναι συγγενικήν, τὴν δὲ ἐρωτικήν, τὴν δὲ ξενικήν. Εἶναι δὲ καὶ τὸν ἔρωτα μὴ μόνον συνουσίας, ἀλλὰ καὶ φιλ[οσοφ]ίας. Καὶ ἐρασθήσεσθαι δὲ τὸν σοφὸν καὶ πολιτεύσεσθαι, γαμήσειν τε μὴν καὶ βασιλεῖ συμβιώσεσθαι. Βίων τε τριῶν ὄντων, θεωρητικοῦ, πρακτικοῦ, ἡδονικοῦ, τὸν θεωρητικὸν προέκρινεν. Εὔχρηστα δὲ καὶ τὰ ἐγκύκλια μαθήματα πρὸς ἀρετῆς ἀνάληψιν.
32 Ἔν τε τοῖς φυσικοῖς αἰτιολογικώτατος πάντων ἐγένετο μάλιστα, ὥστε καὶ περὶ τῶν ἐλαχίστων τὰς αἰτίας ἀποδιδόναι· διόπερ καὶ οὐκ ὀλίγα βιβλία συνέγραψε φυσικῶν ὑπομνημάτων. Τὸν δὲ θεὸν ἀσώματον ἀπέφαινε, καθὰ καὶ ὁ Πλάτων. Διατείνειν δὲ αὐτοῦ τὴν πρόνοιαν μέχρι τῶν οὐρανίων καὶ εἶναι ἀκίνητον αὐτόν· τὰ δ' ἐπίγεια κατὰ τὴν πρὸς ταῦτα συμπάθειαν οἰκονομεῖσθαι. Εἶναι δὲ παρὰ τὰ τέτταρα στοιχεῖα καὶ ἄλλο πέμπτον, ἐξ οὗ τὰ αἰθέρια συνεστάναι. Ἀλλοίαν δ' αὐτοῦ τὴν κίνησιν εἶναι· κυκλοφορητικὴν γάρ. Καὶ τὴν ψυχὴν δὲ ἀσώματον, ἐντελέχειαν οὖσαν τὴν πρώτην σώματος [γὰρ] φυσικοῦ καὶ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος.
33 Διττὴ δ' ἐστὶν αὕτη κατ' αὐτόν. Λέγει δ' ἐντελέχειαν ἧς ἐστιν εἶδός τι ἀσώματον. Ἡ μὲν κατὰ δύναμιν, ὡς ἐν τῷ κηρῷ ὁ Ἑρμῆς ἐπιτηδειότητα ἔχοντι ἐπιδέξασθαι τοὺς χαρακτῆρας, καὶ ὁ ἐν τῷ χαλκῷ ἀνδριάς· καθ' ἕξιν δὲ λέγεται ἐντελέχεια ἡ τοῦ συντετελεσμένου Ἑρμοῦ ἢ ἀνδριάντος. Σώματος δὲ φυσικοῦ, ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι χειρόκμητα, ὡς τὰ ὑπὸ τεχνιτῶν γινόμενα, οἷον πύργος, πλοῖον· τὰ δὲ ὑπὸ φύσεως, ὡς φυτὰ καὶ τὰ τῶν ζῴων. Ὀργανικοῦ δὲ εἶπε, τούτεστι πρός τι κατεσκευασμένου, ὡς ἡ ὅρασις πρὸς τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς τὸ ἀκούειν· δυνάμει δὲ ζωὴν ἔχοντος, οἷον ἐν ἑαυτῷ.
34 Τὸ δυνάμει δὲ διττόν, ἢ καθ' ἕξιν ἢ κατ' ἐνέργειαν· κατ' ἐνέργειαν μέν, ὡς ὁ ἐγρηγορὼς λέγεται ψυχὴν ἔχειν· καθ' ἕξιν δ', ὡς ὁ καθεύδων. Ἵν' οὖν καὶ οὗτος ὑποπίπτῃ, τὸ δυνάμει προσέθηκε.
Πολλὰ δὲ καὶ ἄλλα περὶ πολλῶν ἀπεφήνατο, ἅπερ μακρὸν ἂν εἴη καταριθμεῖσθαι. Τοῖς γὰρ ὅλοις φιλοπονώτατος ἐγένετο καὶ εὑρετικώτατος, ὡς δῆλον ἐκ τῶν προγεγραμμένων συγγραμμάτων, ἃ τὸν ἀριθμὸν ἐγγὺς ἥκει τῶν τετρακοσίων, τὰ ὅσα γε ἀναμφίλεκτα· πολλὰ γὰρ καὶ ἄλλα εἰς αὐτὸν ἀναφέρεται συγγράμματ' αὐτοῦ καὶ ἀποφθέγματα, ἀγράφου φωνῆς εὐστοχήματα.
35 Γεγόνασι δὲ Ἀριστοτέλεις ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος ὁ πολιτευσάμενος Ἀθήνησιν, οὗ καὶ δικανικοὶ φέρονται λόγοι χαρίεντες· τρίτος περὶ Ἰλιάδος πεπραγματευμένος· τέταρτος Σικελιώτης ῥήτωρ, πρὸς τὸν Ἰσοκράτους Πανηγυρικὸν ἀντιγεγραφώς· πέμπτος ὁ ἐπικληθεὶς Μῦθος, Αἰσχίνου τοῦ Σωκρατικοῦ γνώριμος· ἕκτος Κυρηναῖος, γεγραφὼς περὶ ποιητικῆς· ἕβδομος παιδοτρίβης, οὗ μέμνηται Ἀριστόξενος ἐν τῷ Πλάτωνος βίῳ· ὄγδοος γραμματικὸς ἄσημος, οὗ φέρεται τέχνη περὶ πλεονασμοῦ.
Τοῦ δὴ Σταγειρίτου γεγόνασι μὲν πολλοὶ γνώριμοι, διαφέρων δὲ μάλιστα Θεόφραστος, περὶ οὗ λεκτέον.
Θεόφραστος
[Επεξεργασία]36 Θεόφραστος Μελάντα Ἐρέσιος κναφέως υἱός, ὥς φησιν Ἀθηνόδωρος ἐν ὀγδόῃ Περιπάτων. Οὗτος πρῶτον μὲν ἤκουσεν Ἀλκίππου τοῦ πολίτου ἐν τῇ πατρίδι, εἶτ' ἀκούσας Πλάτωνος μετέστη πρὸς Ἀριστοτέλην· κἀκείνου εἰς Χαλκίδα ὑποχωρήσαντος αὐτὸς διεδέξατο τὴν σχολὴν Ὀλυμπιάδι τετάρτῃ καὶ δεκάτῃ καὶ ἑκατοστῇ.
Φέρεται δ' αὐτοῦ καὶ δοῦλος φιλόσοφος ὄνομα Πομπύλος, καθά φησιν Μυρωνιανὸς Ἀμαστριανὸς ἐν τῷ πρώτῳ τῶν Ὁμοίων ἱστορικῶν κεφαλαίων. Ὁ δὲ Θεόφραστος γέγονεν ἀνὴρ συνετώτατος καὶ φιλοπονώτατος καί, καθά φησι Παμφίλη ἐν τῷ τριακοστῷ δευτέρῳ τῶν Ὑπομνημάτων, διδάσκαλος Μενάνδρου τοῦ κωμικοῦ·
37 ἄλλως τε καὶ εὐεργετικὸς καὶ φιλόλογος.
Κάσσανδρος γοῦν αὐτὸν ἀπεδέχετο καὶ Πτολεμαῖος ἔπεμψεν ἐπ' αὐτόν· τοσοῦτον δ' ἀποδοχῆς ἠξιοῦτο παρ' Ἀθηναίοις, ὥσθ' Ἁγνωνίδης τολμήσας ἀσεβείας αὐτὸν γράψασθαι μικροῦ καὶ προσῶφλεν. Ἀπήντων τ' εἰς τὴν διατριβὴν αὐτοῦ μαθηταὶ πρὸς δισχιλίους. Οὗτος τά τ' ἄλλα καὶ περὶ δικαστηρίου τοιαῦτα διείλεκται ἐν τῇ πρὸς Φανίαν τὸν περιπατητικὸν ἐπιστολῇ·
- « Οὐ γὰρ ὅτι πανήγυριν, ἀλλ' οὐδὲ συνέδριον ῥᾴδιον, οἷόν τις βούλεται,
- λαβεῖν· αἱ δ' ἀναγνώσεις ποιοῦσιν ἐπανορθώσεις· τὸ δ' ἀναβάλλεσθαι
- πάντα καὶ ἀμελεῖν οὐκέτι φέρουσιν αἱ ἡλικίαι. »
Ἐν ταύτῃ τῇ ἐπιστολῇ σχολαστικὸν ὠνόμακε.
38 Τοιοῦτος δ' ὤν, ὅμως πρὸς ὀλίγον ἀπεδήμησε καὶ οὗτος καὶ πάντες οἱ λοιποὶ φιλόσοφοι, Σοφοκλέους τοῦ Ἀμφικλείδου νόμον εἰσενεγκόντος μηδένα τῶν φιλοσόφων σχολῆς ἀφηγεῖσθαι ἂν μὴ τῇ βουλῇ καὶ τῷ δήμῳ δόξῃ· εἰ δὲ μή, θάνατον εἶναι τὴν ζημίαν. Ἀλλ' αὖθις ἐπανῆλθον εἰς νέωτα, Φίλωνος τὸν Σοφοκλέα γραψαμένου παρανόμων. Ὅτε καὶ τὸν νόμον μὲν ἄκυρον ἐποίησαν Ἀθηναῖοι, τὸν δὲ Σοφοκλέα πέντε ταλάντοις ἐζημίωσαν κάθοδόν τε τοῖς φιλοσόφοις ἐψηφίσαντο, ἵνα καὶ Θεόφραστος κατέλθῃ καὶ ἐν τοῖς ὁμοίοις ᾖ.
39 Τοῦτον Τύρταμον λεγόμενον Θεόφραστον διὰ τὸ τῆς φράσεως θεσπέσιον Ἀριστοτέλης μετωνόμασεν· οὗ καὶ τοῦ υἱέος Νικομάχου φησὶν ἐρωτικῶς διατεθῆναι, καίπερ ὄντα διδάσκαλον, Ἀρίστιππος ἐν τετάρτῳ Περὶ παλαιᾶς τρυφῆς. Λέγεται δ' ἐπ' αὐτοῦ τε καὶ Καλλισθένους τὸ ὅμοιον εἰπεῖν Ἀριστοτέλην, ὅπερ Πλάτωνα, καθὰ προείρηται, φασὶν εἰπεῖν ἐπί
τε Ξενοκράτους καὶ αὐτοῦ τούτου· φάναι γάρ, τοῦ μὲν Θεοφράστου καθ' ὑπερβολὴν ὀξύτητος πᾶν τὸ νοηθὲν ἐξερμηνεύοντος, τοῦ δὲ νωθροῦ τὴν φύσιν ὑπάρχοντος, ὡς τῷ μὲν χαλινοῦ δέοι, τῷ δὲ κέντρου. Λέγεται δ' αὐτὸν καὶ ἴδιον κῆπον σχεῖν μετὰ τὴν Ἀριστοτέλους τελευτήν, Δημητρίου τοῦ Φαληρέως, ὃς ἦν καὶ γνώριμος αὐτῷ, τοῦτο συμπράξαντος, φέρεται δ' αὐτοῦ ἀποφθέγματα ταυτὶ χρειώδη· θᾶττον ἔφη πιστεύειν δεῖν ἵππῳ ἀχαλίνῳ ἢ λόγῳ ἀσυντάκτῳ.
40 Πρὸς δὲ τὸν ἐν τῷ συμποσίῳ σιωπῶντα τὸ ὅλον ἔφη, « Εἰ μὲν ἀμαθὴς εἶ, φρονίμως ποιεῖς, εἰ δὲ πεπαίδευσαι, ἀφρόνως. » Συνεχές τε ἔλεγε πολυτελὲς ἀνάλωμα εἶναι τὸν χρόνον.
Ἐτελεύτα δὴ γηραιός, βιοὺς ἔτη πέντε καὶ ὀγδοήκοντα, ἐπειδήπερ ὀλίγον ἀνῆκε τῶν πόνων. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·
- Οὐκ ἄρα τοῦτο μάταιον ἔπος μερόπων τινὶ λέχθη,
- ῥήγνυσθαι σοφίης τόξον ἀνιέμενον·
- δὴ γὰρ καὶ Θεόφραστος ἕως ἐπόνει μὲν ἄπηρος
- ἦν δέμας, εἶτ' ἀνεθεὶς κάτθανε πηρομελής.
Φασὶ δ' αὐτὸν ἐρωτηθέντα ὑπὸ τῶν μαθητῶν εἴ τι ἐπισκήπτει, εἰπεῖν,
- « Ἐπισκήπτειν μὲν ἔχειν οὐδέν, πλὴν ὅτι πολλὰ τῶν ἡδέων ὁ βίος διὰ τὴν δόξαν καταλαζονεύεται.
- 41 Ἡμεῖς γὰρ ὁπότ' ἀρχόμεθα ζῆν, τότ' ἀποθνῄσκομεν. Οὐδὲν οὖν
- ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. Ἀλλ' εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον
- ἄφετε-πολὺς γὰρ ὁ πόνος-, ἢ καλῶς αὐτοῦ πρόστητε· μεγάλη γὰρ ἡ δόξα.
- Τὸ δὲ κενὸν τοῦ βίου πλεῖον τοῦ συμφέροντος. Ἀλλ' ἐμοὶ μὲν οὐκέτ' ἐκποιεῖ
- βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δ' ἐπισκέψασθε τί ποιητέον. »
Ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.
42 Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, ἃ καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. Ἔστι δὲ τάδε·
- Ἀναλυτικῶν προτέρων αʹ βʹ γʹ,
- Ἀναλυτικῶν ὑστέρων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ,
- Περὶ ἀναλύσεως συλλογισμῶν αʹ,
- Ἀναλυτικῶν ἐπιτομὴ αʹ,
- Ἀνηγμένων τόπων αʹ βʹ,
- Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐριστικοὺς λόγους θεωρίας,
- Περὶ αἰσθήσεων αʹ,
- Πρὸς Ἀναξαγόραν αʹ,
- Περὶ τῶν Ἀναξαγόρου αʹ,
- Περὶ τῶν Ἀναξιμένους αʹ,
- Περὶ τῶν Ἀρχελάου αʹ,
- Περὶ ἁλῶν, νίτρου, στυπτηρίας αʹ,
- Περὶ τῶν λιθουμένων αʹ βʹ,
- Περὶ τῶν ἀτόμων γραμμῶν αʹ,
- Ἀκροάσεως αʹ βʹ,
- Περὶ ἀνέμων αʹ,
- Ἀρετῶν διαφοραὶ αʹ,
- Περὶ βασιλείας αʹ,
- Περὶ παιδείας βασιλέως αʹ,
- Περὶ βίων αʹ βʹ γʹ,
- 43 Περὶ γήρως αʹ,
- Περὶ τῆς Δημοκρίτου ἀστρολογίας αʹ,
- Τῆς μεταρσιολεσχίας αʹ,
- Περὶ τῶν εἰδώλων αʹ,
- Περὶ χυμῶν, χροῶν, σαρκῶν αʹ,
- Περὶ τοῦ διακόσμου αʹ,
- Περὶ τῶν ἀνθρώπων αʹ,
- Τῶν Διογένους συναγωγὴ αʹ,
- Διορισμῶν αʹ βʹ γʹ,
- Ἐρωτικὸς αʹ,
- Ἄλλο περὶ ἔρωτος αʹ,
- Περὶ εὐδαιμονίας αʹ,
- Περὶ εἰδῶν αʹ βʹ,
- Περὶ ἐπιλήψεως αʹ,
- Περὶ ἐνθουσιασμοῦ αʹ,
- Περὶ Ἐμπεδοκλέους αʹ,
- Ἐπιχειρημάτων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϚʹ ιζʹ ιηʹ,
- Ἐνστάσεων αʹ βʹ γʹ,
- Περὶ ἑκουσίου αʹ,
- Ἐπιτομὴ τῆς Πλάτωνος Πολιτείας αʹ βʹ,
- Περὶ ἑτεροφωνίας ζῴων τῶν ὁμογενῶν αʹ,
- Περὶ τῶν ἀθρόον φαινομένων αʹ,
- Περὶ δακέτων καὶ βλητικῶν αʹ,
- Περὶ τῶν ζῴων ὅσα λέγεται φθονεῖν αʹ,
- Περὶ τῶν ἐν ξηρῷ διαμενόντων αʹ,
- 44 Περὶ τῶν τὰς χρόας μεταβαλλόντων αʹ,
- Περὶ τῶν φωλευόντων αʹ,
- Περὶ ζῴων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ,
- Περὶ ἡδονῆς ὡς Ἀριστοτέλης αʹ,
- Περὶ ἡδονῆς (ἄλλο) αʹ,
- Θέσεις κδʹ,
- Περὶ θερμοῦ καὶ ψυχροῦ αʹ,
- Περὶ ἰλίγγων καὶ σκοτώσεων αʹ,
- Περὶ ἱδρώτων αʹ,
- Περὶ καταφάσεως καὶ ἀποφάσεως αʹ,
- Καλλισθένης ἢ περὶ πένθους αʹ,
- Περὶ κόπων αʹ,
- Περὶ κινήσεως αʹ βʹ γʹ,
- Περὶ λίθων αʹ,
- Περὶ λοιμῶν αʹ,
- Περὶ λιποψυχίας αʹ,
- Μεγαρικὸς αʹ,
- Περὶ μελαγχολίας αʹ,
- Περὶ μετάλλων αʹ βʹ,
- Περὶ μέλιτος αʹ,
- Περὶ τῶν Μητροδώρου συναγωγῆς αʹ,
- Μεταρσιολογικῶν αʹ βʹ,
- Περὶ μέθης αʹ,
- Νόμων κατὰ στοιχεῖον κδʹ,
- Νόμων ἐπιτομῆς αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ,
- 45 Πρὸς τοὺς ὁρισμοὺς αʹ,
- Περὶ ὀδμῶν αʹ,
- Περὶ οἴνου καὶ ἐλαίου,
- Πρώτων προτάσεων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϚʹ ιζʹ ιηʹ,
- Νομοθετῶν αʹ βʹ γʹ,
- Πολιτικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Πολιτικῶν πρὸς τοὺς καιροὺς αʹ βʹ γʹ δʹ,
- Πολιτικῶν ἐθῶν αʹ βʹ γʹ δʹ,
- Περὶ τῆς ἀρίστης πολιτείας αʹ,
- Προβλημάτων συναγωγῆς αʹ βʹ γʹ δʹ εʹ,
- Περὶ παροιμιῶν αʹ,
- Περὶ πήξεων καὶ τήξεων αʹ,
- Περὶ πυρὸς αʹ βʹ,
- Περὶ πνευμάτων αʹ,
- Περὶ παραλύσεως αʹ,
- Περὶ πνιγμοῦ αʹ,
- Περὶ παραφροσύνης αʹ,
- Περὶ παθῶν αʹ,
- Περὶ σημείων αʹ,
- Σοφισμάτων αʹ βʹ,
- Περὶ συλλογισμῶν λύσεως αʹ,
- Τοπικῶν αʹ βʹ,
- Περὶ τιμωρίας αʹ βʹ,
- Περὶ τριχῶν αʹ,
- Περὶ τυραννίδος αʹ,
- Περὶ ὕδατος αʹ βʹ γʹ,
- Περὶ ὕπνου καὶ ἐνυπνίων αʹ,
- Περὶ φιλίας αʹ βʹ γʹ,
- 46 Περὶ φιλοτιμίας αʹ βʹ,
- Περὶ φύσεως αʹ βʹ γʹ,
- Περὶ φυσικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϚʹ ιζʹ ιηʹ,
- Περὶ φυσικῶν ἐπιτομῆς αʹ βʹ,
- Φυσικῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ,
- Πρὸς τοὺς φυσικοὺς αʹ,
- Περὶ φυσικῶν ἱστοριῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ,
- Φυσικῶν αἰτιῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ,
- Περὶ χυλῶν αʹ βʹ γʹ δʹ εʹ,
- Περὶ ψεύδους ἡδονῆς αʹ,
- Περὶ ψυχῆς θέσις μία,
- Περὶ τῶν ἀτέχνων πίστεων αʹ,
- Περὶ τῶν ἁπλῶν διαπορημάτων αʹ,
- Ἁρμονικῶν αʹ,
- Περὶ ἀρετῆς αʹ,
- Ἀφορμαὶ ἢ ἐναντιώσεις αʹ,
- Περὶ ἀποφάσεως αʹ,
- Περὶ γνώμης αʹ,
- Περὶ γελοίου αʹ,
- Δειλινῶν αʹ βʹ,
- Διαιρέσεις αʹ βʹ,
- Περὶ τῶν διαφορῶν αʹ,
- Περὶ τῶν ἀδικημάτων αʹ,
- Περὶ διαβολῆς αʹ,
- Περὶ ἐπαίνου αʹ,
- Περὶ ἐμπειρίας αʹ,
- Ἐπιστολῶν αʹ βʹ γʹ,
- Περὶ τῶν αὐτομάτων ζῴων αʹ,
- Περὶ ἐκκρίσεως αʹ,
- 47 Ἐγκώμια θεῶν αʹ,
- Περὶ ἑορτῶν αʹ,
- Περὶ εὐτυχίας αʹ,
- Περὶ ἐνθυμημάτων αʹ,
- Περὶ εὑρημάτων αʹ βʹ,
- Ἠθικῶν σχολῶν αʹ,
- Ἠθικοὶ χαρακτῆρες αʹ,
- Περὶ θορύβου αʹ,
- Περὶ ἱστορίας αʹ,
- Περὶ κρίσεως συλλογισμῶν αʹ,
- Περὶ θαλάττης αʹ,
- Περὶ κολακείας αʹ,
- Πρὸς Κάσανδρον περὶ βασιλείας αʹ,
- Περὶ κωμῳδίας αʹ,
- [Περὶ μέτρων αʹ,]
- Περὶ λέξεως αʹ,
- Λόγων συναγωγὴ αʹ,
- Λύσεις αʹ,
- Περὶ μουσικῆς αʹ βʹ γʹ,
- Περὶ μέτρων αʹ,
- Μεγακλῆς αʹ,
- Περὶ νόμων αʹ,
- Περὶ παρανόμων αʹ,
- Τῶν Ξενοκράτους συναγωγῆς αʹ,
- Ὁμιλητικὸς αʹ,
- Περὶ ὅρκου αʹ,
- Παραγγέλματα ῥητορικῆς αʹ,
- Περὶ πλούτου αʹ,
- Περὶ ποιητικῆς αʹ,
- Προβλήματα πολιτικά, φυσικά, ἐρωτικά, ἠθικὰ αʹ,
- 48 Προοιμίων αʹ,
- Προβλημάτων συναγωγῆς αʹ,
- Περὶ τῶν προβλημάτων φυσικῶν αʹ,
- Περὶ παραδείγματος αʹ,
- Περὶ προθέσεως καὶ διηγήματος αʹ,
- Περὶ ποιητικῆς ἄλλο αʹ,
- Περὶ τῶν σοφῶν αʹ,
- Περὶ συμβουλῆς αʹ,
- Περὶ σολοικισμῶν αʹ,
- Περὶ τέχνης ῥητορικῆς αʹ,
- Περὶ τεχνῶν ῥητορικῶν εἴδη ιζʹ,
- Περὶ ὑποκρίσεως αʹ,
- Ὑπομνημάτων Ἀριστοτελικῶν ἢ Θεοφραστείων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Φυσικῶν δοξῶν αʹ βʹ γʹ δʹ εʹ Ϛʹ ζʹ ηʹ θʹ ιʹ ιαʹ ιβʹ ιγʹ ιδʹ ιεʹ ιϚʹ,
- Φυσικῶν ἐπιτομῆς αʹ,
- Περὶ χάριτος αʹ,
- [Χαρακτῆρες ἠθικοί,]
- Περὶ ψεύδους καὶ ἀληθοῦς αʹ,
- Τῶν περὶ τὸ θεῖον ἱστορίας αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Περὶ θεῶν αʹ βʹ γʹ,
- Ἱστορικῶν γεωμετρικῶν αʹ βʹ γʹ δʹ,
- 49 Ἐπιτομῶν Ἀριστοτέλους περὶ ζῴων αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Ἐπιχειρημάτων αʹ βʹ,
- Θέσεις <ἄλλο> γʹ,
- Περὶ βασιλείας αʹ βʹ,
- Περὶ αἰτιῶν αʹ,
- Περὶ Δημοκρίτου αʹ,
- [Περὶ διαβολῆς αʹ,]
- Περὶ γενέσεως αʹ,
- Περὶ ζῴων φρονήσεως καὶ ἤθους αʹ,
- Περὶ κινήσεως αʹ βʹ,
- Περὶ ὄψεως αʹ βʹ γʹ δʹ,
- Πρὸς ὅρους αʹ βʹ,
- Περὶ τοῦ δεδόσθαι αʹ,
- Περὶ μείζονος καὶ ἐλάττονος αʹ,
- Περὶ τῶν μουσικῶν αʹ,
- Περὶ τῆς θείας εὐδαιμονίας αʹ,
- Πρὸς τοὺς ἐξ Ἀκαδημείας αʹ,
- Προτρεπτικὸς αʹ,
- Πῶς ἂν ἄριστα πόλεις οἰκοῖντο αʹ,
- Ὑπομνήματα αʹ,
- Περὶ ῥύακος τοῦ ἐν Σικελίᾳ αʹ,
- Περὶ τῶν ὁμολογουμένων αʹ,
- [Περὶ τῶν προβλημάτων φυσικῶν αʹ,]
- Τίνες οἱ τρόποι τοῦ ἐπίστασθαι αʹ,
- Περὶ τοῦ ψευδομένου αʹ βʹ γʹ,
- 50 Τὰ πρὸ τῶν τόπων αʹ,
- Πρὸς Αἰσχύλον αʹ,
- Ἀστρολογικῆς ἱστορίας αʹ βʹ γʹ δʹ εʹ Ϛʹ,
- Ἀριθμητικῶν ἱστοριῶν περὶ αὐξήσεως αʹ,
- Ἀκίχαρος αʹ,
- Περὶ δικανικῶν λόγων αʹ,
- [Περὶ διαβολῆς αʹ,]
- Ἐπιστολαὶ αἱ ἐπὶ τῷ Ἀστυκρέοντι, Φανίᾳ, Νικάνορι,
- Περὶ εὐσεβείας αʹ,
- Εὐιάδος αʹ,
- Περὶ καιρῶν αʹ βʹ,
- Περὶ οἰκείων λόγων αʹ,
- Περὶ παίδων ἀγωγῆς αʹ,
- Ἄλλο διάφορον αʹ,
- Περὶ παιδείας ἢ περὶ ἀρετῶν ἢ περὶ σωφροσύνης αʹ,
- [Προτρεπτικὸς αʹ,]
- Περὶ ἀριθμῶν αʹ,
- Ὁριστικὰ περὶ λέξεως συλλογισμῶν αʹ,
- Περὶ οὐρανοῦ αʹ,
- Πολιτικοῦ αʹ βʹ,
- Περὶ φύσεως,
- Περὶ καρπῶν,
- Περὶ ζῴων.
Ἃ γίνονται στίχων μυρίων κγʹ, ͵βωνʹ.
Τοσαῦτα μὲν οὖν καὶ τῷδε τὰ βιβλία.
51 Εὗρον δ' αὐτοῦ καὶ διαθήκας τοῦτον ἐχούσας τὸν τρόπον·
- « Ἔσται μὲν εὖ· ἐὰν δέ τι συμβῇ, τάδε διατίθεμαι· τὰ μὲν οἴκοι ὑπάρχοντα
- πάντα δίδωμι Μελάντῃ καὶ Παγκρέοντι τοῖς υἱοῖς Λέοντος. Ἀπὸ δὲ τῶν
- παρ' Ἱππάρχου συμβεβλημένων τάδε μοι βούλομαι γενέσθαι· πρῶτον
- μὲν [βούλομαι γενέσθαι] τὰ περὶ τὸ μουσεῖον καὶ τὰς θεὰς συντελεσθῆναι
- κἄν τι ἄλλο ἰσχύῃ περὶ αὐτὰς ἐπικοσμηθῆναι πρὸς τὸ κάλλιον· ἔπειτα τὴν
- Ἀριστοτέλους εἰκόνα τεθῆναι εἰς τὸ ἱερὸν καὶ τὰ λοιπὰ ἀναθήματα ὅσα
- πρότερον ὑπῆρχεν ἐν τῷ ἱερῷ· εἶτα τὸ στωίδιον οἰκοδομηθῆναι τὸ πρὸς τῷ
- μουσείῳ μὴ χεῖρον ἢ πρότερον·
- 52 ἀναθεῖναι δὲ καὶ τοὺς πίνακας, ἐν οἷς αἱ τῆς γῆς περίοδοί εἰσιν,
- εἰς τὴν κάτω στοάν· ἐπισκευασθῆναι δὲ καὶ τὸν βωμόν, ὅπως ἔχῃ τὸ τέλειον
- καὶ τὸ εὔσχημον. Βούλομαι δὲ καὶ τὴν Νικομάχου εἰκόνα συντελεσθῆναι
- ἴσην. Τὸ μὲν τῆς πλάσεως ἔχει Πραξιτέλης, τὸ δ' ἄλλο ἀνάλωμα ἀπὸ
- τούτου γενέσθω. Σταθῆναι δὲ ὅπου ἂν δοκῇ τοῖς καὶ τῶν ἄλλων
- ἐπιμελουμένοις τῶν ἐν τῇ διαθήκῃ γεγραμμένων. Καὶ τὰ μὲν περὶ τὸ ἱερὸν
- καὶ τὰ ἀναθήματα τοῦτον ἔχει τὸν τρόπον. Τὸ δὲ χωρίον τὸ ἐν Σταγείροις ἡμῖν
- ὑπάρχον δίδωμι Καλλίνῳ· τὰ δὲ βιβλία πάντα Νηλεῖ. Τὸν δὲ κῆπον καὶ τὸν
- περίπατον καὶ τὰς οἰκίας τὰς πρὸς τῷ κήπῳ πάσας δίδωμι τῶν γεγραμμένων φίλων
- ἀεὶ τοῖς βουλομένοις συσχολάζειν καὶ συμφιλοσοφεῖν ἐν αὐταῖς,
- 53 ἐπειδήπερ οὐ δυνατὸν πᾶσιν ἀνθρώποις ἀεὶ ἐπιδημεῖν,
- μήτ' ἐξαλλοτριοῦσι μήτ' ἐξιδιαζομένου μηδενός, ἀλλ' ὡς ἂν ἱερὸν κοινῇ
- κεκτημένοις, καὶ τὰ πρὸς ἀλλήλους οἰκείως καὶ φιλικῶς χρωμένοις, ὥσπερ
- προσῆκον καὶ δίκαιον. Ἔστωσαν δὲ οἱ κοινωνοῦντες Ἵππαρχος, Νηλεύς, Στράτων,
- Καλλῖνος, Δημότιμος, Δημάρατος, Καλλισθένης, Μελάντης, Παγκρέων, Νίκιππος.
- Ἐξεῖναι δὲ βουλομένῳ φιλοσοφεῖν καὶ Ἀριστοτέλει τῷ Μητροδώρου καὶ Πυθιάδος
- υἱῷ καὶ μετέχειν τούτων· καὶ αὐτοῦ πᾶσαν ἐπιμέλειαν ποιεῖσθαι τοὺς
- πρεσβυτάτους, ὅπως ὅτι μάλιστα προαχθῇ κατὰ φιλοσοφίαν. Θάψαι δὲ καὶ ἡμᾶς
- ὅπου ἂν δοκῇ μάλιστα ἁρμόττον εἶναι τοῦ κήπου, μηδὲν περίεργον μήτε περὶ
- τὴν ταφὴν μήτε περὶ τὸ μνημεῖον ποιοῦντας.
- 54 Ὅπως δὲ συνείρηται, μετὰ τὰ περὶ ἡμᾶς συμβάντα, <τὰ> περὶ τὸ ἱερὸν
- καὶ τὸ μνημεῖον καὶ τὸν κῆπον καὶ τὸν περίπατον θεραπευόμενα συνεπιμελεῖσθαι
- καὶ Πομπύλον τούτων ἐποικοῦντα αὐτὸν καὶ τὴν τῶν ἄλλων ἐπιμέλειαν ποιούμενον
- ἣν καὶ πρότερον· τῆς δὲ λυσιτελείας ἐπιμελεῖσθαι αὐτοὺς τοὺς ἔχοντας ταῦτα.
- Πομπύλῳ δὲ καὶ Θρέπτῃ πάλαι ἐλευθέροις οὖσι καὶ ἡμῖν πολλὴν χρείαν
- παρεσχημένοις, εἴ τι πρότερον ἔχουσι παρ' ἡμῶν καὶ εἴ τι αὐτοὶ ἐκτήσαντο
- καὶ ἃ νῦν παρ' Ἱππάρχου αὐτοῖς συντέταχα, δισχιλίας δραχμάς, ἀσφαλῶς οἶμαι
- δεῖν αὐτοῖς ὑπάρχειν ταῦτα, καθάπερ καὶ αὐτὸς διελέχθην Μελάντῃ καὶ
- Παγκρέοντι πλεονάκις καὶ πάντα μοι συγκατετίθεντο.
- 55 Δίδωμι δ' αὐτοῖς καὶ Σωματάλην [καὶ] τὴν παιδίσκην. Τῶν δὲ παίδων
- Μόλωνα μὲν καὶ Τίμωνα καὶ Παρμένοντα ἤδη ἐλευθέρους ἀφίημι· Μανῆν δὲ καὶ
- Καλλίαν παραμείναντας ἔτη τέτταρα ἐν τῷ κήπῳ καὶ συνεργασαμένους καὶ
- ἀναμαρτήτους γενομένους ἀφίημι ἐλευθέρους. Τῶν δὲ οἰκηματικῶν σκευῶν
- ἀποδιδόντας Πομπύλῳ ὅσ' ἂν δοκῇ τοῖς ἐπιμεληταῖς καλῶς ἔχειν, τὰ λοιπὰ
- ἐξαργυρίσαι. Δίδωμι δὲ καὶ Καρίωνα Δημοτίμῳ, Δόνακα δὲ Νηλεῖ· Εὔβοιον δ'
- ἀποδόσθαι. Δότω δ' Ἵππαρχος Καλλίνῳ τρισχιλίας δραχμάς· Μελάντῃ δὲ καὶ
- Παγκρέοντι εἰ μὲν μὴ ἑωρῶμεν Ἵππαρχον καὶ ἡμῖν πρότερον χρείαν παρεσχημένον
- καὶ νῦν ἐν τοῖς ἰδίοις μάλα νεναυαγηκότα, προσετάξαμεν ἂν μετὰ Μελάντου καὶ
- Παγκρέον τος ἐξάγειν αὐτά.
- 56 Ἐπειδὴ δὲ οὔτ' ἐκείνοις ἑώρων ῥᾴδιον ὄντα συνοικονομεῖν
- λυσιτελέστερόν τ' αὐτοῖς ὑπελάμβανον εἶναι τεταγμένον τι λαβεῖν παρὰ Ἱππάρχου,
- δότω Ἵππαρχος Μελάντῃ καὶ Παγκρέοντι, ἑκατέρῳ, τάλαντον· διδόναι δ' Ἵππαρχον
- καὶ τοῖς ἐπιμεληταῖς εἰς τὰ ἀναλώματα τὰ ἐν τῇ διαθήκῃ γεγραμμένα κατὰ τοὺς
- ἑκάστου καιροὺς τῶν δαπανημάτων. Οἰκονομήσαντα δὲ ταῦτα Ἵππαρχον ἀπηλλάχθαι
- τῶν συμβολαίων τῶν πρὸς ἐμὲ πάντων· καὶ εἴ τι ἐπὶ τοῦ ἐμοῦ ὀνόματος συμβέβληκεν
- Ἵππαρχος ἐν Χαλκίδι, Ἱππάρχου τοῦτό ἐστιν. Ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν ἐν τῇ
- διαθήκῃ γεγραμμένων Ἵππαρχος, Νηλεύς, Στράτων, Καλλῖνος, Δημότιμος,
- Καλλισθένης, Κτήσαρχος.
- 57 Αἱ διαθῆκαι κεῖνται, ἀντίγραφα τῷ Θεοφράστου δακτυλίῳ
- σεσημασμέναι, μία μὲν παρὰ Ἡγησίᾳ Ἱππάρχου· μάρτυρες Κάλλιππος Παλληνεύς,
- Φιλόμηλος Εὐωνυμεύς, Λύσανδρος Ὑβάδης, Φίλων Ἀλωπεκῆθεν. Τὴν δ' ἑτέραν ἔχει
- Ὀλυμπιόδωρος· μάρτυρες δ' οἱ αὐτοί. Τὴν δ' ἑτέραν ἔλαβεν Ἀδείμαντος, ἀπήνεγκε
- δὲ Ἀνδροσθένης ὁ υἱός· μάρτυρες Ἀρίμνηστος Κλεοβούλου, Λυσίστρατος Φείδωνος
- Θάσιος, Στράτων Ἀρκεσιλάου Λαμψακηνός, Θήσιππος Θησίππου ἐκ Κεραμέων,
- Διοσκουρίδης Διονυσίου Ἐπικηφίσιος. »
Ὧδ' ἔχουσιν αὐτῷ καὶ αἱ διαθῆκαι.
Ἀκοῦσαι δ' αὐτοῦ καὶ Ἐρασίστρατον τὸν ἰατρόν εἰσιν οἳ λέγουσι· καὶ εἰκός.
Στράτων
[Επεξεργασία]58 Διεδέξατο δ' αὐτοῦ τὴν σχολὴν Στράτων Ἀρκεσιλάου Λαμψακηνός, οὗ καὶ ἐν ταῖς διαθήκαις ἐμνημόνευσεν· ἀνὴρ ἐλλογιμώτατος καὶ φυσικὸς ἐπικληθεὶς ἀπὸ τοῦ περὶ τὴν θεωρίαν ταύτην παρ' ὁντινοῦν ἐπιμελέστατα διατετριφέναι.
Ἀλλὰ καὶ καθηγήσατο Πτολεμαίου τοῦ Φιλαδέλφου καὶ ἔλαβε, φασί, παρ' αὐτοῦ τάλαντα ὀγδοήκοντα· σχολαρχεῖν δέ, καθά φησιν Ἀπολλόδωρος ἐν Χρονικοῖς, ἤρξατο τῇ τρίτῃ καὶ εἰκοστῇ καὶ ἑκατοστῇ Ὀλυμπιάδι, τῆς σχολῆς ἀφηγησάμενος ἔτη ὀκτωκαίδεκα.
59 Φέρεται δ' αὐτοῦ
- Περὶ βασιλείας τρία,
- Περὶ δικαιοσύνης τρία,
- Περὶ τἀγαθοῦ γʹ,
- Περὶ θεῶν γʹ,
- Περὶ ἀρχῶν γʹ, ἢ βʹ,
- Περὶ βίων,
- Περὶ εὐδαιμονίας,
- Περὶ βασιλέως φιλοσόφου,
- Περὶ ἀνδρείας,
- Περὶ τοῦ κενοῦ,
- Περὶ τοῦ οὐρανοῦ,
- Περὶ τοῦ πνεύματος,
- Περὶ φύσεως ἀνθρωπίνης,
- Περὶ ζωογονίας,
- Περὶ μίξεως,
- Περὶ ὕπνου,
- Περὶ ἐνυπνίων,
- Περὶ ὄψεως,
- Περὶ αἰσθήσεως,
- Περὶ ἡδονῆς,
- Περὶ χρωμάτων,
- Περὶ νόσων,
- Περὶ κρίσεων,
- Περὶ δυνάμεων,
- Περὶ τῶν μεταλλικῶν,
- Μηχανικόν,
- Περὶ λιμοῦ καὶ σκοτώσεων,
- Περὶ κούφου καὶ βαρέος,
- Περὶ ἐνθουσιασμοῦ,
- Περὶ χρόνου,
- Περὶ τροφῆς καὶ αὐξήσεως,
- Περὶ τῶν ἀπορουμένων ζῴων,
- Περὶ τῶν μυθολογουμένων ζῴων,
- Περὶ αἰτιῶν,
- Λύσεις ἀπορουμένων,
- Τόπων προοίμια,
- Περὶ τοῦ συμβεβηκότος,
- 60 Περὶ τοῦ ὅρου,
- Περὶ τοῦ μᾶλλον καὶ ἧττον,
- Περὶ ἀδίκου,
- Περὶ τοῦ προτέρου καὶ ὑστέρου,
- Περὶ τοῦ προτέρου γένους,
- Περὶ τοῦ ἰδίου,
- Περὶ τοῦ μέλλοντος,
- Εὑρημάτων ἔλεγχοι δύο,
- Ὑπομνήματα, ἃ διστάζεται,
- Ἐπιστολαὶ ὧν ἡ ἀρχή· « Στράτων Ἀρσινόῃ εὖ πράττειν. »
- μαγ ͵βυκʹ.
Τοῦτόν φασιν οὕτω γενέσθαι λεπτὸν ὡς ἀναισθήτως τελευτῆσαι. Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·
- Λεπτὸς ἀνὴρ δέμας ἦν, εἴ μοι προσέχεις, ἀπὸ χρισμῶν·
- Στράτωνα τοῦτόν φημί σοι,
- Λάμψακος ὅν ποτ' ἔφυσεν· ἀεὶ δὲ νόσοισι παλαίων
- θνῄσκει λαθών, οὐδ' ᾔσθετο.
61 Γεγόνασι δὲ Στράτωνες ὀκτώ· πρῶτος Ἰσοκράτους ἀκροατής· δεύτερος αὐτὸς οὗτος· τρίτος ἰατρός, μαθητὴς Ἐρασιστράτου, ὡς δέ τινες, τρόφιμος· τέταρτος ἱστορικός, Φιλίππου καὶ Περσέως τῶν Ῥωμαίοις πολεμησάντων γεγραφὼς πράξεις· ... ἕκτος ποιητὴς ἐπιγραμμάτων· ἕβδομος ἰατρὸς ἀρχαῖος, ὡς Ἀριστοτέλης φησίν· ὄγδοος περιπατητικός, βεβιωκὼς ἐν Ἀλεξανδρείᾳ.
Τοῦ δ' οὖν φυσικοῦ φέρονται καὶ διαθῆκαι τοῦτον ἔχουσαι τὸν τρόπον·
- « Τάδε διατίθεμαι, ἐάν τι πάσχω· τὰ μὲν οἴκοι καταλείπω πάντα
- Λαμπυρίωνι καὶ Ἀρκεσιλάῳ. Ἀπὸ δὲ τοῦ Ἀθήνησιν ὑπάρχοντός μοι
- ἀργυρίου πρῶτον μὲν οἱ ἐπιμεληταὶ τὰ περὶ τὴν ἐκφορὰν
- ἐπιμεληθήτωσαν καὶ ὅσα νομίζεται μετὰ τὴν ἐκφοράν, μηδὲν μήτε
- περίεργον ποιοῦντες μήτ' ἀνελεύθερον.
- 62 Ἐπιμεληταὶ δὲ ἔστωσαν τῶν κατὰ τὴν διαθήκην οἵδε·
- Ὀλύμπιχος, Ἀριστείδης, Μνησιγένης, Ἱπποκράτης, Ἐπικράτης,
- Γοργύλος, Διοκλῆς, Λύκων, Ἄθανις. Καταλείπω δὲ τὴν μὲν διατριβὴν
- Λύκωνι, ἐπειδὴ τῶν ἄλλων οἱ μέν εἰσι πρεσβύτεροι, οἱ δὲ ἄσχολοι.
- Καλῶς δ' ἂν ποιοῖεν καὶ οἱ λοιποὶ συγκατασκευάζοντες τούτῳ.
- Καταλείπω δ' αὐτῷ καὶ τὰ βιβλία πάντα, πλὴν ὧν αὐτοὶ γεγράφαμεν,
- καὶ τὰ σκεύη πάντα κατὰ τὸ συσσίτιον καὶ τὰ στρώματα καὶ τὰ
- ποτήρια. Δότωσαν δὲ οἱ ἐπιμεληταὶ Ἐπικράτει πεντακοσίας δραχμὰς
- καὶ τῶν παίδων ἕνα ὃν ἂν δοκῇ Ἀρκεσιλάῳ.
- 63 Καὶ πρῶτον μὲν Λαμπυρίων καὶ Ἀρκεσίλαος ἀράσθωσαν
- τὰς συνθήκας ἃς ἔθετο Δάϊππος ὑπὲρ Ἡραίου· καὶ μηδὲν ὀφειλέτω
- μήτε Λαμπυρίωνι μήτε τοῖς Λαμπυρίωνος κληρονόμοις, ἀλλ' ἀπηλλάχθω
- παντὸς τοῦ συμβολαίου. Δότωσαν δ' αὐτῷ καὶ οἱ ἐπιμεληταὶ ἀργυρίου
- δραχμὰς πεντακοσίας καὶ τῶν παίδων ἕνα, ὃν ἂν δοκιμάζῃ Ἀρκεσίλαος,
- ὅπως ἂν πολλὰ συμπεπονηκὼς ἡμῖν καὶ παρεσχημένος χρείας ἔχῃ
- βίον ἱκανὸν καὶ εὐσχημονῇ. Ἀφίημι δὲ καὶ Διόφαντον ἐλεύθερον
- καὶ Διοκλέα καὶ Ἄβουν· Σιμίαν δὲ ἀποδίδωμι Ἀρκεσιλάῳ. Ἀφίημι δὲ
- καὶ Δρόμωνα ἐλεύθερον. Ἐπειδὰν δὲ παραγένηται Ἀρκεσίλαος,
- λογισάσθω Ἥραιος μετ' Ὀλυμπίχου καὶ Ἐπικράτους καὶ τῶν ἄλλων
- ἐπιμελητῶν τὸ γεγονὸς ἀνάλωμα εἰς τὴν ἐκφορὰν καὶ τὰ ἄλλα τὰ νομιζόμενα.
- 64 Τὸ δὲ περιὸν ἀργύριον κομισάσθω Ἀρκεσίλαος παρ' Ὀλυμπίχου,
- μηθὲν ἐνοχλῶν αὐτὸν κατὰ τοὺς καιροὺς καὶ τοὺς χρόνους· ἀράσθω
- δὲ καὶ τὰς συνθήκας Ἀρκεσίλαος ἃς ἔθετο Στράτων πρὸς Ὀλύμπιχον
- καὶ Ἀμεινίαν, τὰς κειμένας παρὰ Φιλοκράτει Τισαμενοῦ. Τὰ δὲ περὶ
- τὸ μνημεῖον ποιείτωσαν ὡς ἂν δοκῇ Ἀρκεσιλάῳ καὶ Ὀλυμπίχῳ καὶ Λύκωνι.»
Καὶ αἵδε μέν εἰσιν αἱ φερόμεναι αὐτοῦ διαθῆκαι, καθά που συνήγαγε καὶ Ἀρίστων ὁ Κεῖος. Αὐτὸς δὲ ὁ Στράτων ἀνὴρ γέγονε, καθάπερ καὶ ἄνω δεδήλωται, πολλῆς τῆς ἀποδοχῆς ἄξιος, διαπρέψας ἐν παντὶ λόγων εἴδει καὶ μάλιστά γε ἐν τῷ καλουμένῳ φυσικῷ, ὅπερ εἶδος ἀρχαιότερόν τε καὶ σπουδαιότερον.
Λύκων
[Επεξεργασία]65 Τοῦτον διεδέξατο Λύκων Ἀστυάνακτος Τρωαδεύς, φραστικὸς ἀνὴρ καὶ περὶ παίδων ἀγωγὴν ἄκρως συντεταγμένος. Ἔφασκε γὰρ δεῖν παρεζεῦχθαι τοῖς παισὶ τὴν αἰδῶ καὶ φιλοτιμίαν ὡς τοῖς ἵπποις μύωπα καὶ χαλινόν. Τὸ δ' ἐκφραστικὸν αὐτοῦ καὶ περιγεγωνὸς ἐν τῇ ἑρμηνείᾳ φαίνεται κἀνθάδε· φησὶ γὰρ τοῦτον τὸν τρόπον ἐπὶ παρθένου πενιχρᾶς·
- « Βαρὺ γὰρ φορτίον πατρὶ κόρη διὰ σπάνιν προικὸς ἐκτρέχουσα τὸν ἀκμαῖον τῆς ἡλικίας καιρόν. »
Διὸ δὴ καί φασιν Ἀντίγονον ἐπ' αὐτοῦ τοῦτο εἰπεῖν ὡς οὐκ ἦν ὥσπερ μήλου τὴν εὐωδίαν καὶ χάριν ἄλλοθί που μετενεγκεῖν, ἀλλ' ἐπ' αὐτοῦ τοῦ ἀνθρώπου καθάπερ ἐπὶ τοῦ δένδρου τῶν λεγομένων ἕκαστον ἔδει θεωρεῖσθαι.
66 Τοῦτο δὲ ὅτι ἐν μὲν τῷ λέγειν γλυκύτατος ἦν· παρὸ καί τινες τὸ γάμμα αὐτοῦ τῷ ὀνόματι προσετίθεσαν. Ἐν δὲ τῷ γράφειν ἀνόμοιος αὑτῷ. ἀμέλει γοῦν καὶ ἐπὶ τῶν μεταγινωσκόντων ἐπειδὴ μὴ ἔμαθον ὅτε καιρὸς καὶ εὐχομένων τοῦτον ἐκαλλιλέκτει τὸν τρόπον· ἔλεγεν
- « Αὑτῶν κατηγορεῖν ἀδυνάτῳ μηνύοντας εὐχῇ μετάνοιαν ἀργίας ἀδιορθώτου. »
Τούς τε βουλευομένους <οὐκ> ὀρθῶς διαπίπτειν ἔφασκε τῷ λογισμῷ, οἱονεὶ στρεβλῷ κανόνι βασανίζοντας εὐθεῖαν φύσιν ἢ πρόσωπον ὕδατι κλυδαττομένῳ ἢ κατόπτρῳ διεστραμμένῳ. Καὶ ἐπὶ μὲν τὸν ἐκ τῆς ἀγορᾶς στέφανον πολλοὺς ἀπιέναι, ἐπὶ δὲ τὸν Ὀλυμπίασιν ἢ ὀλίγους ἢ οὐδένα. Πολλάκις τε πολλὰ συμβουλεύσας Ἀθηναίοις, τὰ μέγιστα αὐτοὺς ὠφέλησεν.
67 Ἦν δὲ καὶ καθαρώτατος τὴν στολήν, ὡς ἀνυπερβλήτῳ χρῆσθαι μαλακότητι ἱματίων, καθά φησιν Ἕρμιππος. Ἀλλὰ καὶ γυμναστικώτατος ἐγένετο καὶ εὐέκτης τὸ σῶμα τήν τε πᾶσαν σχέσιν ἀθλητικὴν ἐπιφαίνων, ὠτοθλαδίας καὶ ἐμπινὴς ὤν, καθά φησιν Ἀντίγονος ὁ Καρύστιος· διὰ τοῦτο δὲ καὶ παλαῖσαι λέγεται τά τ' ἐν τῇ πατρίδι Ἰλίεια καὶ σφαιρίσαι. Ὡς οὐκ ἄλλος τ' ἦν φίλος τοῖς περὶ Εὐμενῆ καὶ Ἄτταλον, οἳ καὶ πλεῖστα ἐπεχορήγουν αὐτῷ. Ἐπειράθη δ' αὐτὸν σχεῖν καὶ Ἀντίοχος, ἀλλ' οὐκ ἔτυχεν.
68 Οὕτω δ' ἦν ἐχθρὸς Ἱερωνύμῳ τῷ περιπατητικῷ, ὡς μόνον μὴ ἀπαντᾶν πρὸς αὐτὸν εἰς τὴν ἐτήσιον ἡμέραν, περὶ ἧς ἐν τῷ περὶ Ἀρκεσιλάου βίῳ διειλέγμεθα.
Ἀφηγήσατο δὲ τῆς σχολῆς ἔτη τέτταρα πρὸς τοῖς τετταράκοντα, Στράτωνος αὐτὴν ἐν ταῖς διαθήκαις καταλιπόντος κατὰ τὴν ἑβδόμην καὶ εἰκοστὴν καὶ ἑκατοστὴν Ὀλυμπιάδα. Οὐ μὴν ἀλλὰ καὶ Πανθοίδου διήκουσε τοῦ διαλεκτικοῦ. Ἐτελεύτησε δὲ γεγονὼς ἔτος τέταρτον καὶ ἑβδομηκοστόν, νόσῳ ποδαγρικῇ καταπονηθείς. Καὶ ἔστιν ἡμῶν εἰς αὐτόν·
- Οὐ μὰ τόν, οὐδὲ Λύκωνα παρήσομεν, ὅττι ποδαλγὴς
- κάτθανε· θαυμάζω τοῦτο μάλιστα δ' ἐγώ,
- τὴν οὕτως ἀΐδαο μακρὴν ὁδὸν εἰ πρὶν ὁ ποσσὶν
- ἀλλοτρίοις βαδίσας ἔδραμε νυκτὶ μιῇ.
69 Γεγόνασι δὲ Λύκωνες καὶ ἄλλοι· πρῶτος Πυθαγορικός, δεύτερος αὐτὸς οὗτος, τρίτος ἐπῶν ποιητής, τέταρτος ἐπιγραμμάτων ποιητής.
Τοῦ δὲ φιλοσόφου καὶ διαθήκαις περιετύχομεν ταῖσδε·
- « Τάδε διατίθεμαι περὶ τῶν κατ' ἐμαυτόν, ἐὰν μὴ δυνηθῶ τὴν ἀρρωστίαν
- ταύτην ὑπενεγκεῖν· τὰ μὲν ἐν οἴκῳ πάντα δίδωμι τοῖς ἀδελφοῖς Ἀστυάνακτι
- καὶ Λύκωνι. Καὶ οἶμαι δεῖν ἀποδοθῆναι ἀπὸ τούτων ὅσα κατακέχρημαι
- Ἀθήνησι παρά τινος ἔχων ἢ ἐκπεπραχώς· καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν ἀναλωθῇ
- καὶ εἰς τἄλλα νομιζόμενα.
- 70 Τὰ δ' ἐν ἄστει καὶ ἐν Αἰγίνῃ δίδωμι Λύκωνι διὰ τὸ καὶ τοὔνομα
- φέρειν ἡμῶν καὶ συνδιατετριφέναι πλείω χρόνον ἀρεστῶς πάνυ, καθάπερ
- δίκαιον ἦν τὸν υἱοῦ τάξιν ἐσχηκότα. Τὸν δὲ περίπατον καταλείπω τῶν
- γνωρίμων τοῖς βουλομένοις, Βούλωνι, Καλλίνῳ, Ἀρίστωνι, Ἀμφίωνι,
- Λύκωνι, Πύθωνι, Ἀριστομάχῳ, Ἡρακλείῳ, Λυκομήδει, Λύκωνι τῷ
- ἀδελφιδῷ. Προστησάσθωσαν δ' αὐτοὶ ὃν ἂν ὑπολαμβάνωσι διαμενεῖν
- ἐπὶ τοῦ πράγματος καὶ συναύξειν μάλιστα δυνήσεσθαι.
- Συγκατασκευαζέτωσαν δὲ καὶ οἱ λοιποὶ γνώριμοι κἀμοῦ καὶ τοῦ τόπου
- χάριν. Περὶ δὲ τῆς ἐκφορᾶς καὶ καύσεως ἐπιμεληθήτωσαν Βούλων
- καὶ Καλλῖνος μετὰ τῶν συνήθων, ὅπως μήτ' ἀνελεύθερος
- γένηται μήτε περίεργος.
- 71 Τῶν δ' ἐν Αἰγίνῃ μοι γενομένων μοριῶν μετὰ τὴν ἐμὴν
- ἀπόλυσιν καταχωρισάτω Λύκων τοῖς νεανίσκοις εἰς ἐλαιοχρηστίαν,
- ὅπως κἀμοῦ καὶ τοῦ τιμήσαντος ἐμὲ μνήμη γίνηται διὰ τῆς χρείας
- αὕτη ἡ προσήκουσα. Καὶ ἀνδριάντα ἡμῶν ἀναθέτω· τὸν δὲ τόπον,
- ὅπως ἁρμόττων ᾖ τῆς στάσεως, ἐπιβλεψάτω καὶ συμπραγματευθήτω
- Διόφαντος καὶ Ἡρακλείδης Δημητρίου. Ἀπὸ δὲ τῶν ἐν ἄστει Λύκων
- ἀποδότω πᾶσι παρ' ὧν τι προείληφα μετὰ τὴν ἀποδημίαν τὴν ἐκείνου.
- Παρεχέσθωσαν δὲ Βούλων καὶ Καλλῖνος καὶ ἃ ἂν εἰς τὴν ἐκφορὰν
- ἀναλωθῇ καὶ τἄλλα τὰ νομιζόμενα. Κομισάσθωσαν δὲ ταῦτ' ἀπὸ τῶν
- ἐν οἴκῳ κοινῇ καταλειπομένων ἀμφοτέροις ὑπ' ἐμοῦ.
- 72 Τιμησάτωσαν δὲ καὶ τοὺς ἰατροὺς Πασίθεμιν καὶ Μηδίαν
- ἀξίους ὄντας καὶ διὰ τὴν ἐπιμέλειαν τὴν περὶ ἐμὲ καὶ τὴν τέχνην
- καὶ μείζονος ἔτι τιμῆς. Δίδωμι δὲ τῷ Καλλίνου παιδίῳ Θηρικλείων
- ζεῦγος, καὶ τῇ γυναικὶ αὐτοῦ Ῥοδιακῶν ζεῦγος, ψιλοτάπιδα, ἀμφίταπον,
- περίστρωμα, προσκεφάλαια δύο τὰ βέλτιστα τῶν καταλειπομένων·
- ὡς ἂν ἐφ' ὅσον ἀνήκει πρὸς τιμήν, καὶ τούτων φανῶμεν μὴ ἀμνήμονες
- ὄντες. Περὶ δὲ τῶν θεραπευόντων ἐμαυτὸν οὕτως ἐξάγω· Δημητρίῳ
- μὲν ἐλευθέρῳ πάλαι ὄντι ἀφίημι τὰ λύτρα καὶ δίδωμι πέντε μνᾶς
- καὶ ἱμάτιον καὶ χιτῶνα, ἵνα πολλὰ πεπονηκὼς μετ' ἐμοῦ βίον εὐσχήμονα
- ἔχῃ. Κρίτωνι δὲ Χαλκηδονίῳ, καὶ τούτῳ τὰ λύτρα ἀφίημι καὶ δίδωμι
- τέτταρας μνᾶς. Καὶ τὸν Μίκρον ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω
- Λύκων αὐτὸν καὶ παιδευσάτω ἀπὸ τοῦ νῦν χρόνου ἓξ ἔτη.
- 73 Καὶ Χάρητα ἀφίημι ἐλεύθερον· καὶ θρεψάτω Λύκων αὐτόν.
- Καὶ δύο μνᾶς αὐτῷ δίδωμι καὶ τὰ ἐμὰ βιβλία τὰ ἀνεγνωσμένα·
- τὰ δ' ἀνέκδοτα Καλλίνῳ ὅπως ἐπιμελῶς αὐτὰ ἐκδῷ. Δίδωμι δὲ καὶ
- Σύρῳ ἐλευθέρῳ ὄντι τέτταρας μνᾶς καὶ τὴν Μηνοδώραν δίδωμι·
- καὶ εἴ τί μοι ὀφείλει, ἀφίημι αὐτῷ. Καὶ Ἱλαρᾷ πέντε μνᾶς καὶ
- ἀμφίταπον καὶ περίστρωμα καὶ δύο προσκεφάλαια καὶ κλίνην
- ἣν ἂν βούληται. Ἀφίημι δ' ἐλεύθερον καὶ τὴν τοῦ Μίκρου μητέρα
- καὶ Νοήμονα καὶ Δίωνα καὶ Θέωνα καὶ Εὐφράνορα καὶ Ἑρμείαν.
- Καὶ Ἀγάθωνα δύο ἔτη παραμείναντα ἀφεῖσθαι ἐλεύθερον· καὶ τοὺς
- φορεαφόρους Ὠφελίωνα καὶ Ποσειδώνιον τέτταρα ἔτη παραείναντας.
- 74 Δίδωμι δὲ καὶ Δημητρίῳ καὶ Κρίτωνι καὶ Σύρῳ κλίνην ἑκάστῳ
- καὶ στρώματα τῶν καταλειπομένων ἃ ἂν φαίνηται Λύκωνι καλῶς ἔχειν.
- Ταῦτ' ἔστω αὐτοῖς ἀποδείξασιν ὀρθῶς ἐφ' ὧν ἕκαστοι τεταγμένοι εἰσί.
- Περὶ δὲ τῆς ταφῆς ἐάν τ' αὐτοῦ βούληται Λύκων θάπτειν ἐάν τ' ἐν
- οἴκῳ, οὕτω ποιείτω. Πέπεισμαι γὰρ αὐτὸν οὐδὲν ἧττον ἐμοῦ συνορᾶν
- τὸ εὔσχημον. Ταῦτα δὲ πάντα οἰκονομήσαντι κυρία ἔστω ἡ δόσις
- τῶν ἐνταῦθα. Μάρτυρες Καλλῖνος Ἑρμιονεύς, Ἀρίστων Κεῖος,
- Εὐφρόνιος Παιανιεύς.»
Οὕτω μέντοι αὐτῷ συνετῶς τὰ πάντα πράττοντι τά τε περὶπαιδείαν καὶ πάντας λόγους, οὐδὲν ἧττον καὶ τὰ τῶν διαθηκῶν τρόπον τινὰ καὶ σφόδρα ἐπιμελῶς τε καὶ οἰκονομικῶς ἴσχει· ὥστε κἀνταῦθα ζηλωτέος.
Δημήτριος
[Επεξεργασία]75 Δημήτριος Φανοστράτου Φαληρεύς. Οὗτος ἤκουσε μὲν Θεοφράστου· δημηγορῶν δὲ παρ' Ἀθηναίοις τῆς πόλεως ἐξηγήσατο ἔτη δέκα, καὶ εἰκόνων ἠξιώθη χαλκῶν ἑξήκοντα πρὸς ταῖς τριακοσίαις, ὧν αἱ πλείους ἐφ' ἵππων ἦσαν καὶ ἁρμάτων καὶ συνωρίδων, συντελεσθεῖσαι ἐν οὐδὲ τριακοσίαις ἡμέραις· τοσοῦτον ἐσπουδάσθη. Ἄρξασθαι δ' αὐτὸν τῆς πολιτείας φησὶ Δημήτριος ὁ Μάγνης ἐν τοῖς Ὁμωνύμοις, ὁπότε φυγὼν Ἀλέξανδρον εἰς Ἀθήνας ἧκεν Ἅρπαλος. Πολλὰ δὲ καὶ κάλλιστα τῇ πατρίδι ἐπολιτεύσατο. Καὶ γὰρ προσόδοις καὶ κατασκευαῖς ηὔξησε τὴν πόλιν, καίπερ οὐκ εὐγενὴς ὤν.
76 Ἦν γὰρ ἐκ τῆς Κόνωνος οἰκίας, ὡς Φαβωρῖνος ἐν πρώτῳ τῶν Ἀπομνημονευμάτων φησίν, ἀλλ' ἀστῇ καὶ εὐγενεῖ συνῴκει Λαμίᾳ τῇ ἐρωμένῃ, καθάπερ ὁ αὐτὸς ἐν τῷ πρώτῳ φησίν· ἀλλὰ καὶ ὑπὸ Κλέωνος πεπονθέναι ἐν τῷ δευτέρῳ ἱστορεῖ. Δίδυμος δ' ἐν Συμποσιακοῖς καὶ Χαριτοβλέφαρον καὶ Λαμπιτὼ καλεῖσθαι αὐτόν φησιν ἀπό τινος ἑταίρας. Λέγεται δ' ἀποβαλόντα αὐτὸν τὰς ὄψεις ἐν Ἀλεξανδρείᾳ, κομίσασθαι αὖθις παρὰ τοῦ Σαράπιδος· ὅθεν καὶ τοὺς παιᾶνας ποιῆσαι τοὺς μέχρι νῦν ᾀδομένους.
Σφόδρα δὲ λαμπρὸς ὢν παρὰ τοῖς Ἀθηναίοις, ὅμως ἐπεσκοτήθη καὶ αὐτὸς ὑπὸ τοῦ τὰ πάντα διεσθίοντος φθόνου.
77 Ἐπιβουλευθεὶς γὰρ ὑπό τινων δίκην θανάτου οὐ παρὼν ὦφλεν. Οὐ μὴν ἐκυρίευσαν τοῦ σώματος αὐτοῦ, ἀλλὰ τὸν ἰὸν ἀπήρυγον εἰς τὸν χαλκόν, κατασπάσαντες αὐτοῦ τὰς εἰκόνας καὶ τὰς μὲν ἀποδόμενοι, τὰς δὲ βυθίσαντες, τὰς δὲ κατακόψαντες εἰς ἀμίδας· λέγεται γὰρ καὶ τοῦτο. Μία δὲ μόνη σώζεται ἐν ἀκροπόλει. Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ τοῦτο ποιῆσαι τοὺς Ἀθηναίους Δημητρίου κελεύσαντος τοῦ βασιλέως. Ἀλλὰ καὶ τῷ ἔτει τῆς ἀρχῆς αὐτοῦ ἐπέγραψαν ἀνομίας, ὡς Φαβωρῖνος.
78 Φησὶ δ' αὐτὸν Ἕρμιππος μετὰ τὸν Κασσάνδρου θάνατον φοβηθέντα Ἀντίγονον παρὰ Πτολεμαῖον ἐλθεῖν τὸν Σωτῆρα· κἀκεῖ χρόνον ἱκανὸν διατρίβοντα συμβουλεύειν τῷ Πτολεμαίῳ πρὸς τοῖς ἄλλοις καὶ τὴν βασιλείαν τοῖς ἐξ Εὐρυδίκης περιθεῖναι παισί. Τοῦ δὲ οὐ πεισθέντος ἀλλὰ παραδόντος τὸ διάδημα τῷ ἐκ Βερενίκης, μετὰ τὴν ἐκείνου τελευτὴν ἀξιωθῆναι πρὸς τούτου παραφυλάττεσθαι ἐν τῇ χώρᾳ μέχρι τι δόξει περὶ αὐτοῦ. Ἐνταῦθα ἀθυμότερον διῆγε· καί πως ὑπνώττων ὑπ' ἀσπίδος τὴν χεῖρα δηχθεὶς τὸν βίον μεθῆκε. Καὶ θάπτεται ἐν τῷ Βουσιρίτῃ νομῷ πλησίον Διοσπόλεως.
79 Καὶ αὐτῷ ἐπεγράψαμεν ἡμεῖς [παρ' ἡμῖν]·
- Ἀνεῖλεν ἀσπὶς τὸν σοφὸν Δημήτριον
- ἰὸν ἔχουσα πολὺν
- ἄσμηκτον, οὐ στίλβουσα φῶς ἀπ' ὀμμάτων
- ἀλλ' ἀΐδην μέλανα.
Ἡρακλείδης δ' ἐν τῇ ἐπιτομῇ τῶν Σωτίωνος Διαδοχῶν τῷ Φιλαδέλφῳ τὴν βασιλείαν θέλειν ἐκχωρῆσαι τὸν Πτολεμαῖον· τὸν δ' ἀποτρέπειν φάσκοντα, « ἂν ἄλλῳ δῷς, σὺ οὐχ ἕξεις. » Ὁπηνίκα δ' ἐσυκοφαντεῖτο ἐν ταῖς Ἀθήναις-μανθάνω γὰρ καὶ τοῦτο Μένανδρος ὁ κωμικὸς παρ' ὀλίγον ἦλθε κριθῆναι δι' οὐδὲν ἄλλο ἢ ὅτι φίλος ἦν αὐτῷ. Ἀλλ' αὐτὸν παρῃτήσατο Τελεσφόρος ὁ ἀνεψιὸς τοῦ Δημητρίου.
80 Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς καθ' αὑτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρ' ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω.
Ἔστι δὲ τὰ
- Περὶ τῆς Ἀθήνησι νομοθεσίας αʹ βʹ γʹ δʹ εʹ,
- Περὶ τῶν Ἀθήνησι πολιτειῶν αʹ βʹ,
- Περὶ δημαγωγίας αʹ βʹ,
- Περὶ πολιτικῆς αʹ, βʹ,
- Περὶ νόμων αʹ,
- Περὶ ῥητορικῆς αʹ βʹ,
- Στρατηγικῶν αʹ βʹ,
- 81 Περὶ Ἰλιάδος αʹ βʹ,
- Περὶ Ὀδυσσείας αʹ βʹ γʹ δʹ,
- Πτολεμαῖος αʹ,
- Ἐρωτικὸς αʹ,
- Φαιδώνδας αʹ,
- Μαίδων αʹ,
- Κλέων αʹ,
- Σωκράτης αʹ,
- Ἀρταξέρξης αʹ,
- Ὁμηρικὸς αʹ,
- Ἀριστείδης αʹ,
- Ἀριστόμαχος αʹ,
- Προτρεπτικὸς αʹ,
- Ὑπὲρ τῆς πολιτείας αʹ,
- Περὶ τῆς δεκαετίας αʹ,
- Περὶ τῶν Ἰώνων αʹ,
- Πρεσβευτικὸς αʹ,
- Περὶ πίστεως αʹ,
- Περὶ χάριτος αʹ,
- Περὶ τύχης αʹ,
- Περὶ μεγαλοψυχίας αʹ,
- Περὶ γάμου αʹ,
- Περὶ τοῦ δοκοῦ αʹ,
- Περὶ εἰρήνης αʹ,
- Περὶ νόμων αʹ,
- Περὶ ἐπιτηδευμάτων αʹ,
- Περὶ καιροῦ αʹ,
- Διονύσιος αʹ,
- Χαλκιδικὸς αʹ,
- Ἀθηναίων καταδρομὴ αʹ,
- Περὶ Ἀντιφάνους αʹ,
- Προοίμιον ἱστορικὸν αʹ,
- Ἐπιστολαὶ αʹ,
- Ἐκκλησία ἔνορκος αʹ,
- Περὶ γήρως αʹ,
- Δίκαια αʹ,
- Αἰσωπείων αʹ,
- Χρειῶν αʹ,
82 Χαρακτὴρ δὲ φιλόσοφος, εὐτονίᾳ ῥητορικῇ καὶ δυνάμει κεκραμένος. Οὗτος ἀκούσας ὅτι τὰς εἰκόνας αὐτοῦ κατέστρεψαν Ἀθηναῖοι, « Ἀλλ' οὐ τὴν ἀρετήν, » ἔφη, « δι' ἣν ἐκείνας ἀνέστησαν.» Ἔλεγε μὴ μικρὸν εἶναι μέρος τὰς ὀφρῦς· ὅλῳ γοῦν ἐπισκοτῆσαι τῷ βίῳ δύνασθαι. Οὐ μόνον τὸν πλοῦτον ἔφη τυφλόν, ἀλλὰ καὶ τὴν ὁδηγοῦσαν αὐτὸν τύχην. Ὅσον ἐν πολέμῳ δύνασθαι σίδηρον, τοσοῦτον ἐν πολιτείαις ἰσχύειν λόγον. ἰδών ποτε νεανίσκον ἄσωτον, « Ἰδού, » ἔφη, « τετράγωνος Ἑρμῆς ἔχων σύρμα, κοιλίαν, αἰδοῖον, πώγωνα.» Τῶν τετυφωμένων ἀνδρῶν ἔφη τὸ μὲν ὕψος δεῖν περιαιρεῖν, τὸ δὲ φρόνημα καταλείπειν. Τοὺς νέους ἔφη δεῖν ἐπὶ μὲν τῆς οἰκίας τοὺς γονέας αἰδεῖσθαι, ἐν δὲ ταῖς ὁδοῖς τοὺς ἀπαντῶντας, ἐν δὲ ταῖς ἐρημίαις ἑαυτούς.
83 Τοὺς φίλους ἐπὶ μὲν τὰ ἀγαθὰ παρακαλουμένους ἀπιέναι, ἐπὶ δὲ τὰς συμφορὰς αὐτομάτους. Τοσαῦτα καὶ εἰς τοῦτον ἀναφέρεσθαι δοκεῖ.
Γεγόνασι δὲ Δημήτριοι ἀξιόλογοι εἴκοσι· πρῶτος Χαλκηδόνιος, ῥήτωρ καὶ Θρασυμάχου πρεσβύτερος· δεύτερος αὐτὸς οὗτος· τρίτος Βυζάντιος, περιπατητικός· τέταρτος καλούμενος Γραφικὸς καὶ σαφὴς διηγήσασθαι· ἦν δὲ ὁ αὐτὸς καὶ ζωγράφος· πέμπτος Ἀσπένδιος, μαθητὴς Ἀπολλωνίου τοῦ Σολέως· ἕκτος Καλλατιανός, ὁ γεγραφὼς περὶ Ἀσίας καὶ Εὐρώπης εἴκοσι βίβλους· ἕβδομος Βυζάντιος, ἐν τρισκαίδεκα βιβλίοις γεγραφὼς τὴν Γαλατῶν διάβασιν ἐξ Εὐρώπης εἰς Ἀσίαν καὶ ἐν ἄλλοις ὀκτὼ τὰ περὶ Ἀντίοχον καὶ Πτολεμαῖον καὶ τὴν τῆς Λιβύης ὑπ' αὐτῶν διοίκησιν·
84 ὄγδοος ὁ διατρίψας ἐν Ἀλεξανδρείᾳ σοφιστής, τέχνας γεγραφὼς ῥητορικάς· ἔνατος Ἀδραμυττηνὸς γραμματικός, ἐπικληθεὶς Ἰξίων διὰ τὸ ἀδικῆσαί τι δοκεῖν περὶ τὴν Ἥραν· δέκατος Κυρηναῖος, γραμματικός, ὁ ἐπικληθεὶς Στάμνος, ἀνὴρ ἀξιόλογος· ἑνδέκατος Σκήψιος, πλούσιος καὶ εὐγενὴς ἄνθρωπος καὶ φιλόλογος ἄκρως· οὗτος καὶ Μητρόδωρον προεβίβασε τὸν πολίτην. Δωδέκατος γραμματικὸς Ἐρυθραῖος, πολιτογραφηθεὶς ἐν Λήμνῳ τρισκαιδέκατος Βιθυνὸς Διφίλου τοῦ Στωικοῦ υἱός, μαθητὴς δὲ Παναιτίου τοῦ Ῥοδίου·
85 τεσσαρεσκαιδέκατος ῥήτωρ Σμυρναῖος. Καὶ οὗτοι μὲν λογικοί. Ποιηταὶ δὲ πρῶτος ἀρχαίαν κωμῳδίαν πεποιηκώς· δεύτερος ἐπῶν ποιητής, οὗ μόνα σώζεται πρὸς τοὺς φθονεροὺς εἰρημένα τάδε·
- Ζωὸν ἀτιμήσαντες ἀποφθίμενον ποθέουσι·
- καί ποθ' ὑπὲρ τύμβοιο καὶ ἀπνόου εἰδώλοιο
- ἄστεα νεῖκος ἐπῆλθεν, ἔριν δ' ἐστήσατο λαός.
Τρίτος Ταρσικὸς σατυρογράφος· τέταρτος ἰάμβους γεγραφώς, πικρὸς ἀνήρ· πέμπτος ἀνδριαντοποιός, οὗ μέμνηται Πολέμων· ἕκτος Ἐρυθραῖος, ποικιλογράφος ἄνθρωπος, ὃς καὶ ἱστορικὰ καὶ ῥητορικὰ πεποίηκε βιβλία.
Ηρακλείδης
[Επεξεργασία]86 Ἡρακλείδης Εὐθύφρονος Ἡρακλεώτης τοῦ Πόντου, ἀνὴρ πλούσιος. Ἀθήνησι δὲ παρέβαλε πρῶτον μὲν Σπευσίππῳ· ἀλλὰ καὶ τῶν Πυθαγορείων διήκουσε καὶ τὰ Πλάτωνος ἐζηλώκει· καὶ ὕστερον ἤκουσεν Ἀριστοτέλους, ὥς φησι Σωτίων ἐν Διαδοχαῖς. οὗτος ἐσθῆτί τε μαλακῇ ἐχρῆτο καὶ ὑπέρογκος ἦν τὸ σῶμα, ὥστ' αὐτὸν ὑπὸ τῶν Ἀττικῶν μὴ Ποντικὸν ἀλλὰ Πομπικὸν καλεῖσθαι. πρᾷός τ' ἦν τὸ βάδισμα καὶ σεμνός. φέρεται δ' αὐτοῦ συγγράμματα κάλλιστά τε καὶ ἄριστα· διάλογοι, ὧν ἠθικὰ μὲν
- Περὶ δικαιοσύνης γʹ,
- Ἓν δὲ περὶ σωφροσύνης,
- Περί τ' εὐσεβείας αʹ καὶ
- Περὶ ἀνδρείας αʹ,
- Κοινῶς τε περὶ ἀρετῆς αʹ καὶ ἄλλο,
- Περὶ εὐδαιμονίας αʹ,
- 87 Περὶ τῆς ἀρχῆς αʹ καὶ
- Νόμων αʹ καὶ τῶν συγγενῶν τούτοις,
- Περὶ ὀνομάτων αʹ,
- Συνθῆκαι αʹ,
- Ἀκούσιος αʹ,
- Ἐρωτικὸς καὶ
- Κλεινίας αʹ.
Φυσικὰ δὲ
- Περὶ νοῦ,
- Περὶ ψυχῆς καὶ κατ' ἰδίαν περὶ ψυχῆς καὶ
- Περὶ φύσεως καὶ
- Περὶ εἰδώλων,
- Περὶ Δημόκριτον,
- Περὶ τῶν οὐρανῶν αʹ,
- Περὶ τῶν ἐν ᾅδου,
- Περὶ βίων αʹ βʹ,
- Αἰτίαι περὶ νόσων αʹ,
- Περὶ τἀγαθοῦ αʹ,
- Πρὸς τὰ Ζήνωνος αʹ,
- Πρὸς τὰ Μήτρωνος αʹ.
Γραμματικὰ δὲ
- Περὶ τῆς Ὁμήρου καὶ Ἡσιόδου ἡλικίας αʹ βʹ,
- Περὶ Ἀρχιλόχου καὶ Ὁμήρου αʹ βʹ.
Καὶ μουσικὰ δὲ
- Περὶ τῶν παρ' Εὐριπίδῃ καὶ Σοφοκλεῖ αʹ βʹ γʹ,
- Περὶ μουσικῆς αʹ βʹ,
- 88 Λύσεων Ὁμηρικῶν αʹ βʹ,
- Θεωρηματικὸν αʹ,
- Περὶ τῶν τριῶν τραγῳδοποιῶν αʹ,
- Χαρακτῆρες αʹ,
- Περὶ ποιητικῆς καὶ τῶν ποιητῶν αʹ,
- Περὶ στοχασμοῦ αʹ,
- Προοπτικὸν αʹ,
- Ἡρακλείτου ἐξηγήσεις δʹ,
- Πρὸς τὸν Δημόκριτον ἐξηγήσεις αʹ,
- Λύσεων ἐριστικῶν αʹ βʹ,
- Ἀξίωμα αʹ,
- Περὶ εἰδῶν αʹ,
- Λύσεις αʹ,
- Ὑποθῆκαι αʹ,
- Πρὸς Διονύσιον αʹ.
Ῥητορικὰ δὲ
- Περὶ τοῦ ῥητορεύειν ἢ Πρωταγόρας.
Ἱστορικά·
- Περὶ τῶν Πυθαγορείων καὶ
- Περὶ εὑρημάτων.
Τούτων τὰ μὲν κωμικῶς πέπλακεν, ὡς τὸ Περὶ ἡδονῆς καὶ Περὶ σωφροσύνης· τὰ δὲ τραγικῶς, ὡς τὸ Περὶ τῶν καθ' ᾅδην καὶ τὸ Περὶ εὐσεβείας καὶ τὸ Περὶ ἐξουσίας.
89 Ἔστι δ' αὐτῷ καὶ μεσότης τις ὁμιλητικὴ φιλοσόφων τε καὶ στρατηγικῶν καὶ πολιτικῶν ἀνδρῶν πρὸς ἀλλήλους διαλεγομένων. ἀλλὰ καὶ γεωμετρικά ἐστιν αὐτοῦ καὶ διαλεκτικά. ἄλλως τ' ἐν ἅπασι ποικίλος τε καὶ διηρμένος τὴν λέξιν ἐστὶ καὶ ψυχαγωγεῖν ἱκανῶς δυνάμενος.
Δοκεῖ δὲ καὶ τὴν πατρίδα τυραννουμένην ἐλευθερῶσαι, τὸν μόναρχον κτείνας, ὥς φησι Δημήτριος ὁ Μάγνης ἐν Ὁμωνύμοις. ὃς καὶ τοιόνδε ἱστορεῖ περὶ αὐτοῦ·
- « θρέψαι αὐτὸν δράκοντα ἐκ νέου καὶ αὐξηθέντα, ἐπειδὴ τελευτᾶν
- ἔμελλε, κελεῦσαί τινι τῶν πιστῶν αὑτοῦ τὸ σῶμα κατακρύψαι, τὸν δὲ
- δράκοντα ἐπὶ τῆς κλίνης θεῖναι, ἵνα δόξειεν εἰς θεοὺς μεταβεβηκέναι.
- 90 ἐγένετο δὲ πάντα. καὶ μεταξὺ παραπεμπόντων τὸν Ἡρακλείδην
- τῶν πολιτῶν καὶ εὐφημούντων, ὁ δράκων ἀκούσας τῆς ἐπιβοῆς ἐξέδυ
- τῶν ἱματίων καὶ διετάραξε τοὺς πλείστους. ὕστερον μέντοι ἐξεκαλύφθη
- πάντα καὶ ὤφθη Ἡρακλείδης οὐχ οἷος ἐδόκει, ἀλλ' οἷος ἦν. »
Καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον·
- ἤθελες ἀνθρώποισι λιπεῖν φάτιν, Ἡρακλείδη,
- ὥς ῥα θανὼν ἐγένου ζωὸς ἅπασι δράκων.
- ἀλλὰ διεψεύσθης, σεσοφισμένε· δὴ γὰρ ὁ μὲν θὴρ
- ἦε δράκων, σὺ δὲ θήρ, οὐ σοφὸς ὤν, ἑάλως.
ταῦτα δέ φησι καὶ Ἱππόβοτος.
91 Ἕρμιππος δὲ λιμοῦ κατασχόντος τὴν χώραν φησὶν αἰτεῖν τοὺς Ἡρακλεώτας τὴν Πυθίαν λύσιν. τὸν δὲ Ἡρακλείδην διαφθεῖραι χρήμασι τούς τε θεωροὺς καὶ τὴν προειρημένην, ὥστ' ἀνειπεῖν ἀπαλλαγήσεσθαι τοῦ κακοῦ, εἰ ζῶν μὲν Ἡρακλείδης ὁ Εὐθύφρονος χρυσῷ στεφάνῳ στεφανωθείη πρὸς αὐτῶν, ἀποθανὼν δὲ ὡς ἥρως τιμῷτο. ἐκομίσθη ὁ δῆθεν χρησμὸς καὶ οὐδὲν ὤναντο οἱ πλάσαντες αὐτόν. αὐτίκα γὰρ ἐν τῷ θεάτρῳ στεφανούμενος ὁ Ἡρακλείδης ἀπόπληκτος ἐγένετο, οἵ τε θεωροὶ καταλευσθέντες διεφθάρησαν. ἀλλὰ καὶ ἡ Πυθία τὴν αὐτὴν ὥραν κατιοῦσα ἐς τὸ ἄδυτον καὶ ἐπιστᾶσα ἑνὶ τῶν δρακόντων δηχθεῖσα παραχρῆμα ἀπέπνευσε. καὶ τὰ μὲν περὶ τὸν θάνατον αὐτοῦ τοσαῦτα.
92 Φησὶ δ' Ἀριστόξενος ὁ μουσικὸς καὶ τραγῳδίας αὐτὸν ποιεῖν καὶ Θέσπιδος αὐτὰς ἐπιγράφειν. Χαμαιλέων τε τὰ παρ' ἑαυτῷ φησι κλέψαντα αὐτὸν τὰ περὶ Ἡσιόδου καὶ Ὁμήρου γράψαι· ἀλλὰ καὶ Ἀντίδωρος <ὁ> Ἐπικούρειος ἐπιτιμᾷ αὐτῷ, τοῖς Περὶ δικαιοσύνης ἀντιλέγων. ἔτι καὶ Διονύσιος ὁ Μεταθέμενος (ἢ Σπίνθαρος, ὡς ἔνιοι) γράψας τὸν Παρθενοπαῖον ἐπέγραψε Σοφοκλέους. ὁ δὲ πιστεύσας εἴς τι τῶν ἰδίων συγγραμμάτων ἐχρῆτο μαρτυρίοις ὡς Σοφοκλέους.
93 αἰσθόμενος δ' ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός· τοῦ δ' ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλος. οὗτος δ' ἦν ἐρώμενος Διονυσίου· ὡς δ' ἔτι ἀπιστῶν ἔλεγε κατὰ τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι "καὶ ταῦτα εὑρήσεις·
- « {Α.} γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ·
- {Β.} ἁλίσκεται μέν, μετὰ χρόνον δ' ἁλίσκεται. »
καὶ πρὸς τούτοις·
- « Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδ'
- ᾐσχύνθη. »
Γεγόνασι δ' Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα· πρῶτος αὐτὸς οὗτος· δεύτερος πολίτης αὐτοῦ, πυρρίχας καὶ φλυαρίας συντεταγμένος·
94 τρίτος Κυμαῖος, γεγραφὼς Περσικὰ ἐν πέντε βιβλίοις· τέταρτος Κυμαῖος, ῥήτωρ τέχνας γεγραφώς· πέμπτος Καλλατιανὸς ἢ Ἀλεξανδρεύς, γεγραφὼς τὴν Διαδοχὴν ἐν ἓξ βιβλίοις καὶ Λεμβευτικὸν λόγον, ὅθεν καὶ Λέμβος ἐκαλεῖτο· ἕκτος Ἀλεξανδρεύς, γεγραφὼς τὰ Περσικὰ ἰδιώματα· ἕβδομος διαλεκτικὸς Βαργυληΐτης, κατ' Ἐπικούρου γεγραφώς· ὄγδοος ἰατρὸς τῶν ἀπὸ Ἱκεσίου· ἔνατος ἰατρὸς Ταραντῖνος, ἐμπειρικός· δέκατος ποιητικός, παραινέσεις γεγραφώς· ἑνδέκατος ἀνδριαντοποιὸς Φωκαεύς· δωδέκατος ἐπιγραμμάτων ποιητὴς λιγυρός· τρισκαιδέκατος Μάγνης, Μιθραδατικὰ γεγραφώς· τεσσαρεσκαιδέκατος ἀστρολογούμενα συγγεγραφώς.